Panarion (Adversus Haereses)

Epiphanius

Epiphanius. Epiphanius, Volume 1-3. Holl, Karl, editor. Leipzig: Hinrichs, 1915-1933.

μὴ δὴ ταῦτα δυνατὰ ἔχειν ἔμφασιν τριάδος, ὦ φιλόνεικε; ἆρα περὶ ἑαυτοῦ ὁ πατὴρ τὰ τοσαῦτα ἐν τῷ προφήτῃ διεξῆλθε;

τίς δέ ἐστι περὶ οὖ γέγραπται »εἶπεν ὁ κύριος τῷ κυρίῳ μου, κάθου ἐκ δεξιῶν μου«; καὶ οὐκ εἶπεν »εἴσελθε εἰς ἐμέ«.

ἢ πάλιν πῶς λέγει τὸ εὐαγγέλιον »καὶ ἀνῆλθεν εἰς τὸν οὐρανὸν καὶ ἐκάθισεν ἐν δεξιᾷ τοῦ πατρὸς καὶ ἔρχεται κρῖναι ζῶντας.

καὶ νεκρούς«; ἢ πάλιν πῶς οὐκ ἔπεισάν σε οἱ δύο ἄνδρες οἱ ἐν ἐσθήσει λευκαῖς πεφηνότες, πρὸς τοὺς μαθητὰς εἰπόντες »ἄνδρες Γαλιγαῖοι, τί ἑστήκατε εἰς τὸν οὐρανὸν ἀτενίζοντες; οὖτος ὁ Ἰησοῦς ὁ ἀφ᾿ ὑμῶν εἰς τὸν οὐρανὸν ἀνληφθεὶς οὕτως ἐλεύσεται ὡς αὐτὸν εἴδετε ἀναλαμβανόμενον«;

τίνα δὲ ἔβλεπεν ὁ μακάριος Στέφανος, ὅτε ἔλεγεν »ἰδού, ὁρῶ τὸν οὐρανὸν ἀνεῳγμένον καὶ τὸν υἱὸν τοῦ ἀνθρώπου ἑστῶτα ἐκ δεξιῶν τοῦ θεοῦ;« σὺ δέ, ὦ κατὰ πάντα ἰδιῶτα, μὴ νοήσας τὴν φωνὴν τῶν ἁγίων γραφῶν σεαυτὸν μᾶλλον ἔβλαψας καὶ τοὺς σοὶ ὑπακούσαντας, ἐκπεσὼν τῆς ἁγίας πίστεως τῆς τοῦ θεοῦ ἀληθείας.