Panarion (Adversus Haereses)
Epiphanius
Epiphanius. Epiphanius, Volume 1-3. Holl, Karl, editor. Leipzig: Hinrichs, 1915-1933.
οὐκ ἐκτὸς δὲ λουτροῦ δύναται πληροῦν τὸ οὐκ ἁμαρτάνειν. εἰ γὰρ »πάντες ἥμαρτον καὶ ὑστεροῦνται τῆς δόξης τοῦ θεοῦ, [*](1 Matth. 25, 34f — 25 Phil. 4, 22 — 26f I Kor. 7, 36 — 29f Röm. 3, 23f) [*](M U) [*](2 οὐράνιος U 4 ἤμην < U 5 οὗτοι ταῦτα U | <ὧν> * 6 vor δικαιοςύνῃ + τῆ U | <οἱ> * 10 προαίρεσις *] προειρημένη MU | ἐξδελύσσοντο U 11 <οὖσιν> * | [ἄν] * 12 μέτρον] ἔργον Μ 14 οὔτε U | ὑπὸ Μ 15 τοῦ < Μ 16 ἀπαρνηςίαν Μ | οὐ δέχεται 2]οὐδὲ U 18 ναυτίλλων U 19 * etwa <πηδαλιουχίας> * 20 πρύμνη U | ἀποσκοπῆς Μ ἀπὸ ἐπισκοπῆς, ἀπὸ. v. 1. Η. U 21 ὑποστάσεων Μ | ἑθνηκῆς Μ 23 τῷ] τὸ U | τοσούτω Μ | ἀλλ’ U 24 πραγματείαν + καὶ σωτηρίαν U)
ἄρα γε καὶ ἐπὶ τὴν οὖσαν παρθένον τὸ χάρισμα ἐξήπλωται τοῦ βαπτίσματος καὶ ἐπὶ τὴν οὐκ οὖδαν παρθένον σφραγίζεσθαι ἐπείγεται διὰ τὸ ἁμαρτές.
5. Ἀλλὰ μή τινες πάλιν ὑδαρευόμενοι νομίσωσιν, ἐὰν εἴπωμεν περὶ παρθένου διατάξασθαι τὸν ἀπόστολον τὸ γῆμαι, μὴ τὴν ἅπαξ ὁρίσασαν παρθενίαν θεῷ κατασπάσαι τοῦ ἰδίου δρόμου βουλόμενος ὁ ἀπόστολος ταῦτα διετάξατο.
οὐ γὰρ περὶ τούτων ὁ λόγος, ἀλλὰ περὶ παρθένων ὑπεράκμων τῶν οὐ διὰ παρθενίαν ἐν τῇ ἀκμῇ παραμειναςῶν, ἀλλὰ διὰ τὸ ἠπορηκέναι ἀνδρῶν πρὸς γάμον.
ἐξ Ἰουδαίων γὰρ ὁρμώμενοι οἱ ἀπόστολοι καὶ κατὰ τὸν νόμον πολιτευςάμενοι τὴν ἀρχὴν τοῦ κηρύγματος ἐποιήσαντο, θεσμοῖς ἔτι κατεχόμενοι τοῖς ἐν τῷ νόμῳ, οὐ κατά τινα σαρκὸς δικαίωσιν, ἀλλὰ κατὰ τὴν ἐμμελῆ τοῦ νόμου ἀσφάλειαν καὶ ἀκριβολογίαν.