Panarion (Adversus Haereses)

Epiphanius

Epiphanius. Epiphanius, Volume 1-3. Holl, Karl, editor. Leipzig: Hinrichs, 1915-1933.

Καὶ τῇ μὲν ἱερωσύνῃ τὸ πρῶτον τάγμα καὶ ἡ περὶ πάντων ἀκριβολογία τῷ δὲ λαῷ τὸ σύμμετρον καὶ τὸ σύγγνωστον, ἵνα πάντες διδάσκωνται καὶ κατελεῶνται.

ἐλεήμων γάρ ἐστιν ὁ δεσπότης καὶ δυνατὸς πάντας σῲζειν τῇ ἰδίαᾳ αὐτῶν εὐνομίᾳ τε καὶ ἀληθινῇ πίστει [*](1 I Kor. 7, 39 – 8 I Kor. 7, 40) [*](M U) [*](1 διαβασιάζει Μ 2 θέλη U 3 <μόνον ἐν κυρίῳ>* 4 ἐλευθέριον U | διὰ *] μετὰ MU 5 *etwa <τὸν ὅρον, τουτέστιν>* | τῷ] τὸ Μ 6 συναπτωμένην U 7 συναπτώμενον U 8 ἀπόστολος + αὐτὸς Μ | <μὲν>* 9 * τὸ δὲ etwa <οὐκ ἐντέλλειαι δέ· προστάσσει δὲ τό>* |τουτέστιν τὸ < U 10 ἀλλὰ Μ |ἐν εὐνομίᾳ < U 11 ἐπιμένοντα *}ἐπιμένειν MU 12 σπουδαιότητι U 17 διδάσκονται Μ | κατελεοῦνται ΜU 18 αὐτῶν*] αὐτοῦ M U | τε < U)

372
τῆς τοῦ κηρύγματος καθαρότητος. αὐτὸς γὰρ μόνος ἐστὶ καθαρός.

οὗτοι δὲ ἑαυτοὺς φήσαντες Καθαροὺς ἀπ’ αὐτῆς τῆς ὑποθέσεως ἀκαθάρτους ἑαυτοὺς ἀποτελοῦσι· πᾶς γὰρ ὁ καθαρὸν ἑαυτὸν ἀποφήνας ἀκάθαρτον ἑαυτὸν τελείως κατέκρινε.