Panarion (Adversus Haereses)

Epiphanius

Epiphanius. Epiphanius, Volume 1-3. Holl, Karl, editor. Leipzig: Hinrichs, 1915-1933.

καὶ τὸ μὲν ὄνομα Ἀραβικὸν ὑπάρχον τινὰ ὐπόνοιαν ἡμῖν φέρεσθαι, ὡς ἐν ὑπονοίᾳ *, καθάπερ ἔφην, τινὰς ὄντας ἐν Βακάθοις τῆς Φιλαδελφηιῆς χώρας πέραν τοῦ Ἰορδάνου.

καὶ οἰ μὲν ἐπιχώριοι τούτους Γνωστικοὺς βούλονται λέγειν, οὐκ εἰσὶ δὲ τῶν Γιωστικῶν· ἕτερα γὰρ τούτων τὰ γρονήματα. τὰ δὲ εἰς ἡμᾶς ἐλθόντα περὶ αὐτῶν τοῦτορ ἔχει τὸν τρόπον.

Ἐν μὲν τῇ ἐκκλησίᾳ οἱ πλείους συνήγοντο ἕως καιροῦ τινος, ἕως εἰς πλάτος ἦλθεν ἡ αὐτῶν ἄνοια καὶ ἀπεβλήθησαν τῆς ἐκκλησίας. εἰσὶ δὲ πάντες ἀπόκοποι πλὴν ὀλίγων, καὶ αὐτοὶ δὲ περὶ ἀρχῶν καὶ ἐξουσιῶν * καὶ ἄλλων οὕτως δοξάζουσι.

καὶ ὅταν λάβωσιν ἄνθρωπον εἰς μαθητείαν, καθ᾿ ὅσον μὲν χρόνον οὔπω τῶν μορίων ἀπετμήθη. ἐμψύχωι τὐ μεταλαμβάιει· ὅταν δὲ πείσωσι τὸν τοιοῦτον ἤ μετὰ ἀνάγκης αὐτὸν ἀποτέμωσι, τότε πᾶν ὁτιοῦ μεταλαμβάνει ὡς ἤδη πεπαυμέιος ἀγῶιος καὶ μηκέτι ἐπικίνδυνος ὤν εἰς τὸ ἐποτρύνεσθαι διὰ τῶν ἐδεσμάτων εἰς ἡδονὴν ἥκειν ἐπιθυμίας.

οὐ μόνον δὲ τοὺς ἰδίους τοῦτον ἀπαρτίζουσι τὸν τρόπον, ἀλλὰ πολλάκις καὶ ξέιους παρερχομένους καὶ παρ᾿ αὐτοῖς ἐπιξενωθέντα ταύτῃ διέθεντο τῇ ἀγωγῇ. ὡς πολὺς περὶ τούτου θρυλεῖται λόγος.