Panarion (Adversus Haereses)
Epiphanius
Epiphanius. Epiphanius, Volume 1-3. Holl, Karl, editor. Leipzig: Hinrichs, 1915-1933.
Ἀλλὰ τί φάσκεις, ὦ οὗτος; μὴ πολυθεΐαν ἡγήσοιντο οἱ τὸ σέβας ἀληθινῶς τῇ τριάδι ποσφέροντες, οἵτινές εἰσιν υἱοὶ τῆς ἀληθείας καὶ τῆς μόνης ἀποστολικῆς καὶ καθολικῆς ἐκκλησίας; καὶ οὐχ οὕτως.
τίς γὰρ οὐκ ἐρεῖ ἕνα θεὸν εἶναι τῆς ἀληθείας, πατέρα παντοκράτορα, ἐξ οὗπερ ὀ μονογενὴς υἱὸς ἐν ἀληθείᾳ θεὸς Λόγος, ἐνυπόστατος Λόγος, γεγεννημέιος ἀηλθινῶς ἐξ αὐτοῦ ἀνάρχως καὶ ἀχρόξνως;
διὸ ἕνα θεὸν ἀσφαλῶς κηρύττει ἡ ἐκκλησία, πατέρα καὶ υἱόν· διότι »ἐγὼ ἐν τῷ πατρὶ καὶ ὁ πατὴρ ἐν ἐμοί, καὶ οἱ δύο ἕν ἐσμεν«, τουτέστιν μία θεότης καὶ ἓν θέλημα καὶ μία κυριότης.
ἐξ αὐτοῦ δὲ τοῦ πατρὸς καὶ τὸ πνεῦμα ἐκπορεύεται, ἐνυπόστατον ὂν καὶ ἐν ἀληθείᾳ τέλειον, τὸ πνεῦμα τῆς ἀληθείας, τὸ φωτίζον τὰ πάντα, τὸ ἐκ τοῦ υἱοῦ λαμβάνον, τὸ πνεῦμα τοῦ πατρός. τὸ πενῦμα τοῦ Χριστοῦ.
διὸ μίαν θεότητα οἶδεν ἡ ἐκκλησία· εἷς θεὸς ὁ τῆς ἀηλθείας πατήρ, πατὴρ τελείος ἐνυπόστατος καὶ υἱὸς υἱὸς τέλειος ἐνυπόστατος καὶ ἅγιον πνεῦμα ἅγιον πνεῦμα τέλειον ἐνυπόστατον, μία θεότης καὶ δεσποτεία μία κυριότης.
διὸ πανταχοῦ σαφῶς κεκηρύχασιν αἰ θεῖαι γραφαὶ ἕνα θεόν, τουτέστιν τριάδα ὀμοούσιον, ἀεὶ οὖσαν τῆς αὐτῆς θεότητος, τῆς αὐτῆς κυριότητος.
καὶ διέπεσεν ἐκ πανταχόθεν ὀ τῆς ἀνοησίας σου λόγος, ὦ Νόητε. τοίνυν φωνάς, σκοπῖν ἐξ ὑπαρχῆς χρὴ καὶ οὕτως τὰ αὐτοῦ κεφάλαια ἀνατρέπειν.
[*](15 Joh. 14, 10; 10, 30 — JOh. 15, 26; 13 — Joh. 15, 26 M U)[*](1 υἱὸν + ἤτοι Μ 3 τῶν < Μ 3 f ἐνκισσόντων Μ ἐγικσσησάντων U 6 οὖν U | ἔκβλητοι Μ 8 ἠγήσοιντο von erster Hand am Rand statt ἡγήσονται im text U 10 ἀποστολικῆς καὶ < U 11 οὐκ ἐρεῖ] οὐ χαίρει U 12 ἀληθείᾳ + <γεγέννηται>?* 18 τὸ πνεῦμα *] πνεῦμα τὸ Μ U 19 λαμβάνον + τὸ πνεῦμα τῆς ἀληθείας U 21 καὶ υἱὸς — ἐνυπόστατος < U 22 ἅγιον πνεῦμα < U 21 καὶ υἱὸς — ἐνυπόστατος < U 22 ἅγιον πνεῦμα 26 ἀνόητε U 27 ἀντιθέτως] ἀντὶ δὲ τῶν Μ | προειρημένου + νοῦ Μ | ψωνὰς + <ταττομένων>?* 28 αὐτὰ U)5. Πρῶτον μὲν οὖν ἐπιδὴ παρήγαγε τὸ κεφάλαιον ὅτι »εἷς θεός, ἐξ οὗ τὰ πάντα καὶ ἡμεῖς εἰς αὐτόν, καὶ εἷς κύριος Ἰησοῦς χριστός, δι᾿ ὃς τὰ πάντα καὶ ἡμεῖς δι᾿ αὐτοῦ«, οὐχ ὁρᾷς ὅτι λέγων »εἷς θεός, ἐξ οὗ τὰ πάντα καὶ ἡμεῖς εἰς αὐτόν«, πῶς τὴν μίαν ἀρχὴν σημαίνει ἵνα μή εἰς πολλὰς ἀρχὰς τρέψὴ τὴν διάνοιαν καὶ εἰς πολυθεΐαν ἀγάγῃ τῆς πολυθεΐας;
ὁρᾷς γὰρ πῶς ἑνὶ ὀνόματι κέχρηται καἲ μιᾷ ὀνομασίᾳ, οὐκ ἀρνούμενος τὸν μονογενῆ θεόν. οἶδε γὰρ αὐτὸν κύριον καὶ οἶδεν αὐτὸν θεόν· διὸ ἀσφαλιζόμενος λέγει »καὶ εἷς αὐτὸν κύριον καὶ οἶδεν αὐτὸν θεόν· διὸ ἀσφαλιζόμενος λέγει »καὶ εἷς κύριος Ἰησοῦς Χριστός, δι᾿ οὗ τὰ πάντα«.
καὶ ἐπὶ μὲν τοῦ κυρίου τοῦτο λέγων οὐ τοὺ αὐτὸν ἐσήμανεν εἶναι πατέρα καὶ τὸν αὐτὸν, ἀλλὰ ἔσειξε τὸν μὲν πατέρα πατέρα ὄντα, τὸν δὲ υἱὸνυ υἱὸν ἀηξθῶς,