Panarion (Adversus Haereses)

Epiphanius

Epiphanius. Epiphanius, Volume 1-3. Holl, Karl, editor. Leipzig: Hinrichs, 1915-1933.

Διὸ τῆς πάσης γραφῆς σαφῶς περὶ ἀληθείας ἡμῖν τὴν ὁδὸν ὑποτιθεμένης <ἐνταῦθα> λήξωμεν καὶ τοῦτον τὸν Νόητον καὶ τὴν αὐτοῦ αἴρεσιν, Νοητιανῶν φημι, σὺν ταῖς ἄλλαις αἱρέσεσι παρωσάμενοι, ὥσπερ ὀστρακέτην τὸν καλούμενον δράκοντα, τὸν μὴ δυνάμενον κάμπτεσθαι ἐν τῷ καταδιώκειν ἄνθρωπον, μήτε δεξιὰ μήτε εὐώνυμα, ἐκκλίναντες <τε> ἀπὸ τῆς αὐτοῦ τε καὶ τῆς αὐτοῦ σχολῆς μοχθηρίας,

ἐπὶ τὰς ἑξῆς δυνάμει τοῦ θεοῦ τὸν νοῦν ἀκοντίσωμεν, πρὸς διήγησιν καὶ ἔλεγχον τῶν ἐν αὐταῖς ἐπινενοημένων κατὰ τῆς ἀληθείας ξενολεξιῶν.

[*](1 ff vgl. Hippolyt c. Noët. 7; S. 49, 11 ff Lagarde εἰ δὲ καὶ Φίλιππον ἐπερωτᾶν περὶ πατρὸς βούλοιντο λέγειν . . . καὶ θέλουσι λέγειν διὰ τούτου κρατύνεσθαι τὸ δόγμα αὐτῶν ὁμολογοῦντος αὐτοῦ ἑαυτὸν πατέρα, γνώτωσαν ὅτι μέγιστον ἑαυτοῖς ἐναντίωμα ἐπιφέρουσιν ὑπ᾿ αὐτοῦ τοῦ ῥητοῦ ἐλεγχόμενοι. τοῦ γὰρ Χριστοῦ ἑαυτὸν ἐν πᾶσιν υἱὸν εἰπόντος καὶ δείξαντος οὐκ ἐπέγνωσαν οὐδὲ καταλαβέσθαι ἤ ἀτενίσαι τὴν δύναμιν ἐδυνήθησαν. καὶ τοῦτο μὴ χωρήσας Φίλιππος καθ᾿ ὅ ἦν ἰδεῖν τὸν πατέρα ἠξίου βλέπειν, πρὸς ὅν ὁ κύριος ἔφη (Joh. 14, 9). τουτέστιν εἰ ἐμὲ ἑώρακας, δι᾿ ἐμοῦ τὸν πατέρα γνῶναι δύνῃ. διὰ γὰρ τῆς εἰκόνος ὁμοίας τυγχανούσης εὔγνωστος ὁ πατὴρ γινεται. εἰ δὲ τὴν εἰκόνα ἥτις ἐστὶν ὁ υἰὸς οὐκ ἔγνως, πῶς ἰδεῖν θέλεις τὸν πατέρα; — 2 Joh. 14. 8 — Joh. 14, 9)[*](M U)[*](1 *· * etwa <οὕτως ἐσήμανεν· μαρτυρεῖ δὲ καὶ>* |[δὲ]* 4 τῷ 1 * ]τὸ MU | σημαίνων *] σημαίνοντα ΜU | ἔλεγεν *] λέγων ΜU | τῷ δὲ *] τὸ τὲ ΜU 5 ἔλεγεν *] λέγων ΜU | πατέρα < U | τό 2 < Μ 6 <τό> * |αὐτὸς ὁ *] ὁ αὐτὸς ΜU 8 ὁ ἑωρακὼς ἐμὲ U 9f ἀλλοτριοῦσαν U 12 <ἐνταῦθα> λήξωμεν *] νήψωμεν Μ < U 16 ἐκκλίναντες] καὶ κλίναντες Μ | <τε> * | τῆς 1 < U | αὐτοῦ2] ἑαυτοῦ u. + τε U | vor μοχθηρίας + καὶ U | μοχθηρᾶς Μ 17 τοῦ < U)
358

Περὶ Οὐαλησίων ἀκηκόαμεν πολλάκις, οὐ μέντοι γε ἔγνωμέν που. τίς ἤ πόθεν ὡρμᾶτο ἤ τί λέγων ἤ νουθετῶν ἤ φθεγγόμενος <ὑπῆρχεν> ὁ Οὐἀλης οὗτος.

καὶ τὸ μὲν ὄνομα Ἀραβικὸν ὑπάρχον τινὰ ὐπόνοιαν ἡμῖν φέρεσθαι, ὡς ἐν ὑπονοίᾳ *, καθάπερ ἔφην, τινὰς ὄντας ἐν Βακάθοις τῆς Φιλαδελφηιῆς χώρας πέραν τοῦ Ἰορδάνου.

καὶ οἰ μὲν ἐπιχώριοι τούτους Γνωστικοὺς βούλονται λέγειν, οὐκ εἰσὶ δὲ τῶν Γιωστικῶν· ἕτερα γὰρ τούτων τὰ γρονήματα. τὰ δὲ εἰς ἡμᾶς ἐλθόντα περὶ αὐτῶν τοῦτορ ἔχει τὸν τρόπον.

Ἐν μὲν τῇ ἐκκλησίᾳ οἱ πλείους συνήγοντο ἕως καιροῦ τινος, ἕως εἰς πλάτος ἦλθεν ἡ αὐτῶν ἄνοια καὶ ἀπεβλήθησαν τῆς ἐκκλησίας. εἰσὶ δὲ πάντες ἀπόκοποι πλὴν ὀλίγων, καὶ αὐτοὶ δὲ περὶ ἀρχῶν καὶ ἐξουσιῶν * καὶ ἄλλων οὕτως δοξάζουσι.

καὶ ὅταν λάβωσιν ἄνθρωπον εἰς μαθητείαν, καθ᾿ ὅσον μὲν χρόνον οὔπω τῶν μορίων ἀπετμήθη. ἐμψύχωι τὐ μεταλαμβάιει· ὅταν δὲ πείσωσι τὸν τοιοῦτον ἤ μετὰ ἀνάγκης αὐτὸν ἀποτέμωσι, τότε πᾶν ὁτιοῦ μεταλαμβάνει ὡς ἤδη πεπαυμέιος ἀγῶιος καὶ μηκέτι ἐπικίνδυνος ὤν εἰς τὸ ἐποτρύνεσθαι διὰ τῶν ἐδεσμάτων εἰς ἡδονὴν ἥκειν ἐπιθυμίας.

οὐ μόνον δὲ τοὺς ἰδίους τοῦτον ἀπαρτίζουσι τὸν τρόπον, ἀλλὰ πολλάκις καὶ ξέιους παρερχομένους καὶ παρ᾿ αὐτοῖς ἐπιξενωθέντα ταύτῃ διέθεντο τῇ ἀγωγῇ. ὡς πολὺς περὶ τούτου θρυλεῖται λόγος.

ἀρπάζουσι γὰρ τοὺς τοιούτους ἔνδον καὶ ὀπίσω ἐπὶ συμψελίοις δήσαντες μετὰ ἀνάγκης τὸ χειρότευκτον ἐργάζονται τῆς τῶν μελῶν ἀφαιρέσεως.

καὶ ταῦτά ἐστιν ἅ περὶ τούτων εἰς ἡμᾶς ἧκεν. οὕσπερ γνόντες ἐν ποίῳ τόπῳ τὴν καταμονὴν ἔχουσι καὶ ὡς τὸ ὄνομα τοῦτο πολὺ τυγχάνει ἐν τοῖς μέρεσιν ἐκείνοις. καὶ ὡς τῆς αἱρέσεως ἕτερον ὄνομα οὐ κατειλήφαμεν, ἐιομίσαμεν ταύτην εἶναι.

[*](1 ff die Valesier nur von Epiph. erwähnt)[*](M U)[*](1 Überschrift κατὰ Οὐαλησίων λݲηݲ ἤ καὶ νݲηݲ MU 2 ἀκηκόαμεν *] ἀκούομεν MU | γε < U 4 <ὑπῆρχεν> * 6 * etwa <με ἔχειν, οὐ γὰρ ἔχω ἀκριβῶς λέγειν,> * 7 φιλαδελφινῆς Μ φιλαδελφικῆς U 8 εἶναι Μ 10 περὶ αὐτῶν τοῦτον ἔχει] περιέχει τοῦτον U 13 πλὴν ὀλίγων < U | δὲ 2 < Μ 14 * etwa <μετὰ τῶν Ἀρχοντικῶν καὶ Σηθιανῶν>* 15 οὔπω] οὕτω Μ 23 ὀπίσω ἐπὶ *] ὀπίσω Μ ἐπὶ U 25 γνῶντες Μ 26 πολὺν Μ)
359