Panarion (Adversus Haereses)
Epiphanius
Epiphanius. Epiphanius, Volume 1-3. Holl, Karl, editor. Leipzig: Hinrichs, 1915-1933.
τῷ ὄντι δὲ »ὁ μὴ γενεαλογούμενος ἐξ αὐτῶν τὸν Ἀβραὰμ δεδεκάτωκεν«· ἐπειδὴ γὰρ οὐκ ἐξ αὐτῶν τῶν Ἰσραγλιτῶν γενεαλογεῖται, γενεαλογεῖται δὲ ἐξ ἀνθρώπων ἄλλων.
τούτων πάντων τὸν κατάλογον ποιηςάμενοι, <ὧν> διὰ τὴν αἵρεσιν ταύτην ἐπεμνήσθημεν, [καὶ] ὡς ἐν παρεκβάσει περὶ τούτων διηγηςάμεθα.
8. Εἰς ὄνομα δὲ τούτου τοῦ Μελχισεδὲκ ἡ προειρημένη αἵρεσις καὶ τὰς προσφορὰς ἀναφέρει καὶ αὐτὸν εἶναι εἰσαγωγέα πρὸς τὸν θεὸν λέγει καὶ δι’ αὐτοῦ, φηςί, δεῖ τῷ θεῷ προσφέρειν, ὅτι ἄρχων ἐστὶ δικαιοςύνης, ἐπ’ αὐτὸ τοῦτο κατασταθεὶς ὑπὸ τοῦ θεοῦ ἐν οὐρανῷ, πνευματικός τις ὤν καὶ εἰς ἱερωςύνην θεοῦ τεταγμένος.
καὶ δεῖ ἡμᾶς αὐτῷ προσφέρειν, φαςίν, ἵνα δι’ αὐτοῦ προσενεχθῇ ὑπὲρ ἡμῶν καὶ εὔρωμεν δι’ αὐτοῦ ζωήν.
καὶ Χριστὸς μέν, φηςίν, ἐξελέγη, ἵνα ἡμᾶς καλέσῃ ἐκ πολλῶν ὁδῶν εἰς μίαν ταύτην τὴν γνῶσιν, ὑπὸ θεοῦ κεχρισμένος καὶ ἐκλεκτὸς γενόμενος, ἐπειδὴ ἀπέστρεψεν ἡμᾶς ἀπὸ εἰδώλων καὶ ὑπέδειξεν ἡμῖν τὴν ὁδόν. ἐξ οὗπερ ὁ ἀπόστολος ἀοσταλεὶς ἀπεκάλυψεν ἡμῖν ὅτι μέγας ἐστὶν ὁ Μελχισεδὲκ καὶ ἱερεὺς μένει εἰς τὸν αἰῶνα.