Panarion (Adversus Haereses)

Epiphanius

Epiphanius. Epiphanius, Volume 1-3. Holl, Karl, editor. Leipzig: Hinrichs, 1915-1933.

κατὰ τὸ φανερώτατον ἐπωνομάσθαι. πολλοὺς γὰρ ἐφαντασίασε τὰ βαθύτατα τῆς θείας γραφῆς καὶ ἔνδοξα καὶ ὑπεραίροντα διάνοιαν ἀνθρωπίνης φύσεως. οἱ μὲν γὰρ ἐν τῇ Πέτρᾳ τῆς Ἀραβίας, τῇ Ῥοκόμ τε καὶ Ἐδὼμ καλουμένῃ, τὸν Μωυσέα διὰ τὰ θεοσήμεια θαυμάζοντες προσκυνεῖν τὴν αὐτοῦ ποτε εἰκόνα ἀνατυπωσάμενοι † προσεκύνουν πεπλανημένοι, οὐ τοῦ δικαίου αἰτίου αὐτοῖς γενομένου, ἀλλὰ τῆς πλάνης αὐτῶν διὰ τοῦ δικαίου ἐν τῇ ἀγνοίᾳ φαντασίαν πράγματος αὐτοῖς συναγούσης.

ἐν δὲ τῇ Σεβαστείᾳ τῇ ποτὲ Σαμαρείᾳ καλουμένῃ, τὴν θγατέρα Ἰεφθάε θεοποιήσαντες ἔτι ταύτῃ τελετὴν κατ᾿ ἔτος ἄγουσιν.

οὕτω καὶ οὖτοι ἀκούοντες τὰ ἔνδοξα καὶ σοφὰ τῆς γραφῆς ῥήματα εἰς ἀνοησίαν ἐξέτρεψαν καὶ εἰς ὑπέρογκον διάνομιαν ἀρθέντες τὴν ὁδὸν τῆς ἀληθείας κατέλιπον, καὶ μύθους ἑαυτοῖς πλασάμενοι κατὰ πάντα ἐλεγχθήσονται.

2. Καὶ γὰρ παρά τισι τοῦ Μελχισεδὲκ ὁ πατήρ τε καὶ ἡ μήτηρ [*](2 Psal. 109, 4 – 4 Hebr. 7,3 – 12f Eusebius Onomastica sacra S. 142, 7 Klostermann vgl. Panarion haer. 4,1,9; I 180, 16 de mens. ac pond. 71; S. 204, 51ff Lagarde — 13ff über den Mosesbach von Petra und seine Gleichsetzung mit dem Haderwasser von Kades vgl. Dalman, Petra I 3f 42f II 7f – über die Verehrung vergotteter Könige bei den Nabatäern ebda I 52 – 17 vgl.l Panarion haer. 78, 23,1 – 23ff andere Namen bei anderen Kirchenvätern: Ps. Athanasius hist. de Melchised. Migne 28, 525 A Μελχὶ δὲ ἔσχε γυναῖκα, κατὰ τὸ ὄνομα αὐτῆς Σαλύμ, ἔτεκε δὲ αὐτῷ δύο υἱούς, ἕνα καλούμενον τὸν Μελχὶ καὶ ἕτερον Μελχισεδέκ Cedrenus hist. comp. Migne 121,77 A f Μελχισεδὲκ παρθένος ἱερεὺς ἀγενεαλόγητος . . . υἱὸς δὲ ἦν ὁ Μελχισεδὲκ Σίδου βασιλέως υἱλοῦ Αἰγύπτου, ὃς καὶ κτίζει Σιδῶνα πόλιν. ἀπάτωρ δὲ καὶ ἀμήτωρ καὶ ἀγενεαλόγητος λέγεται διὰ τὸ μὴ ἐξ Ἰουδαϊκῆς γενεᾶς κατάγεσθαι Ps. Ephrem Schatzhöhle S. 27ff Bezold heiβen die Eltern Malchl u. Jozadak) [*](Μ U ) [*](3 ἐν ταὐτῷ ἔσεσθαι <Μ | vor ἱερέα2 + <ἀληθῶς>? * 4 * <ὁ Παῦλος> Öh. 6 τοῦ2 <Μ 9 λέγεται <Μ 12 ἐν τῆ Ἀραβία τῆ πετρέων U | τῇ2 <U 13 Ῥοκὸμ τὸ Μ Ῥωκώμ τε U Ρεκὲμ Eusebius u. Epiph. de mens. ac pond. 13f θαυμάζοντες] θεὸν νομίζουσι U 14 προσκυνοῦσι u. + τε U 14f ἀνατυπωσάμενοι — πεπλανημένοι] ἣν ἀνατυπωσάμενοι ἀπεπλανήθησαν U 14 † προσεκύνουν] etwa ἐπεχείρουν * 15 αὑτοῖς αἰτίου U 16 αὐτῶν] αὐτοῖς U 17 αὐτοῖς <Μ 18 ταύτην Μ 19 σοφὰ καὶ ἔνδοξα U 20 εἰς2 <Μ )

326
ἐμφέρεται· οὐκ ἔχει δὲ κατὰ τὰς ῥητὰς γραφὰς καὶ ἐνδιαθέτους τοῦτο. εἶπον δέ τινες Ἡρακλᾶν τινα καλεῖσθαι τὸν αὐτοῦ πατέρα, μητέρα δὲ Ἀστάρθ, τὴν δὴ καὶ Ἀστοριανήν. ἦν δὲ οὖτοῦ ἐξ ἑνὸς τῶν υἱῶν τῶν ἐπιχωρίων κατ᾿ ἐκεῖνο καιροῦ τῶν ἐν Σαυῇ πεδιάδι κατοικούντων.

Σαλὴμ δὲ ἡ πόις ἐκαλεῖτο, περὶ ἦς ἄλλος ἄλλως ἐξέδωκε καὶ ἄλλος ἄλλως. οἱ μὲν γάρ φασιν αὐτὴν εἶναι τὴν νῦν Ἰερουσαλὴμ καλουμένην, ποτὲ δὲ Ἰεβοὺς λεγομένην, ἄλλοι δὲ ἔφασαν ἄλλην τινὰ Σαλὴμ εἶναι ἐν τῷ πεδίῳ Σικίμων, κατάντικρυ τῆς νυνὶ Νεαπόλεως οὕτω καλουμένης.