Panarion (Adversus Haereses)

Epiphanius

Epiphanius. Epiphanius, Volume 1-3. Holl, Karl, editor. Leipzig: Hinrichs, 1915-1933.

ἐν αὐταῖς γὰρ ταῖς λέξεσιν Ἠσαΐας οὔτως εἶπεν »ὡς πρόβατον ἐπὶ σφαγὴν ἤχθη, καὶ ὡς ἀμνὸς ἐναντίον τοῦ κείραντος αὐτὸν ἄφωνος· οὔτως οὐκ ἀνοίγει τὸ στόμα αὐτοῦ· ἐν τῇ ταπεινώσει αὐτοῦ ἡ κρίσις αὐτοῦ ἤρθη«.

εἶτά φησιν »τὴν γενεὰν αὐτοῦ τίς διηγήσεται, ὄτι αἴρεται ἀπὸ ἀνθρώπων ἡ ζωὴ αὐτοῦ«, καὶ οὐκ εἶπεν »αἴρεται ἡ ζωὴ <ἀπ᾿> αὐτοῦ«, ἀλλά »ἀπὸ ἀνθρώπων«.

ἀεὶ γὰρ ὁ Λόγος ζῶν ἐστιν ὑπάρχων τε καὶ τὸ ζῇν ἀφ᾿ ἑαυτοῦ ἔχων καὶ ζωὴν τοῖς αὐτὸν ἠγαπηκόσι διδούς· ἐξ ἀνθρώπων μὲν ἡ ζωὴ αὐτοῦ ἤρθη, * ἀφ᾿ ἑαυτοῦ ζωὴ ὤν. »ζῶν γὰρ ὁ Λόγος« καὶ πᾶσι ζωὴν παρέχων τοῖς ἐπ᾿ αὐτὸν ἐλπίσασιν ἐν ἀληθείᾳ. καὶ τό »τὴν γενεὰν αὐτοῦ τίς διηγήσεται;«

*. εἰ ἦνθρωπος ψιλὸς ἀπὸ Μαρίας γεγεννημένος, εὐδιήγητος ἄρα ἦν ἡ αὐτοῦ γέννησις. ἐπειδὴ δλε ἐστι πρὸ τοῦ Δαυὶδ <καὶ> πρὸ τοῦ Ἀβραάμ, —

»Άβραὰμ γὰρ ὁ πατὴρ ὑμῶν, φησίν, ἐπεθύμησεν ἰδεῖν τὴν ἡμέραν μου, καὶ εἶδε καὶ ἐχάρη«· εἶτα αὐτῶν θαυμαζόντων καὶ λεγόντων »πεντήκοντα ἔτη οὔπω ἔχεις, καὶ τὸν Ἀβραᾶμ ἑώρακας;«, ἐλέγχων Θεόδοδοτον καὶ τοὺς ἀπίστους καὶ ἐπαρνησιθέους Ἰουδαίους ἔφη »ἀμὴν ἀμὴν λέγω ὑμῖν, ὄτι πρὸ Ἀβραὰμ ἐγώ εἰμι«.

ἦν γὰρ πρὸ Ἀβραὰμ ἀληθῶς καὶ πρὸ Νῶς καὶ πρὸ Ἀδᾶμ καὶ πρὸ τοῦ κόσμου καὶ πρὸ οὐρανοῦ καὶ πρὸ τοῦ χρόνου τοῦ κόσμου καὶ πρὸ πάντων τῶν κτισμάτων, ἄχρονος ὤν, —

διὸ καὶ ἄφραστος καταγγέλλεται ὑπὸ τοῦ ἁγίου πνεύματος διὰ Ἠσαΐου ὄτι »τὴν γενεὰν αὐτοῦ τίς διηγήσεται; ὄτι αἴρεται ἐκ τῆς γῆς ἡ ζωὴ ἡ ζωὴ αὐτοῦ«.

Ἀλλά φησιν, »εἶπαν οἱ ἀπόστολοι ἄνδρα ἀποδεδειγμένον εἰς ὑμᾶς σημείοις καὶ τέρασι, καὶ οὐκ εἶπαν· θεὸν ἀποδεδειγμένον«.