Panarion (Adversus Haereses)
Epiphanius
Epiphanius. Epiphanius, Volume 1-3. Holl, Karl, editor. Leipzig: Hinrichs, 1915-1933.
Εἶτά φησι· »καὶ αὐτὸ τὸ εὐαγγέλιον ἔφη τῇ Μαρίᾳ· πνεῦμα κυρίου ἐπελεύσεται ἐπὶ σέ, καὶ οὐκ εἶπε· πνεῦμα κυρίου γενήσεται ἐν σοί«.
διὸ ἐκ πανταχόθεν φιλονεικῶν ὁ ἀνόητος ἄνθρωπος ἐκπίπτει τῆς ἀληθείας. ἀσφαλιζομένη γὰρ ἡ γραφὴ πανταχόθεν τὴν ἡμετέραν ζωήν, ἵνα τὴν τριάδα δείξῃ πάντῃ τε καὶ ἐν παντὶ εἴδει συνοῦσαν ἑαυτῇ καὶ συνεργοῦσαν, ἵνα μή τινες εἴπωσιν ὡς καὶ πολλοὶ προφασίζονται ἑαυτοῖς κακά, ἀλλοτριοῦντες τὸ ἅγιον πνεῦμα τοῦ Χριστοῦ καὶ <τοῦ> πατρός, τούτου ἕνεκεν ὁ ἄγγελος λέγει τῇ
Μαριάμ »πνεῦμα κυρίου ἐπελεύσεται ἐπὶ σὲ καὶ ἐπισκιάσει σοι δύναμις ὑψίστου«, εἶτα μετέπειτα »διὸ καὶ τὸ γεννώμενον ἅγιον κληθήσεται υἱὸς θεοῦ«.
καὶ οὐκ εἶπε μόνον »τὸ γεννώμενον«, ἀλλά »διὸ καὶ τὸ γεννώμενον«, ἵνα δείξῃ <τὸν> ἄνωθεν θεὸν Λόγον καὶ ἐν μήτρᾳ γενόμενον καὶ εἰς ἑαυτὸν ἀναπλασάμενον τὴν ἑαυτοῦ ἐνανθρώπησιν [καὶ] κατὰ τὴν ἑαυτοῦ εὐδοκίαν· καὶ δι᾿ ἣν ᾠκονόμησεν ἑαυτοῦ ἐνανθρώ- [*](5 Jes. 7, 14 — 12ff vgl. Hippolyt refut. X 23, 1; S. 282, 4ff Wendland ἐν δὲ τούτῳ διαφέρειν ὅτι κατὰ βουλὴν θεοῦ γεγένηται ἐκ παρθένου ἐπισκιάσαντος τοῦ ἁγίου πνεύματος, οὐκ ἐν τῇ παρθένῳ σαρκωθέντα — 12 Luk. 1, 35 — 20 Luk. 1, 35) [*](M U) [*](1 φησὶν vor Χριστὸς U | ἦν] οὐκ ἦν θεός U (Χριστὸς ist aber Prädikat) 2 ἐν ἑαντῷ] ἑαυτὸν Μ 4 αὐτὸν] αὐτῶν Μ | ὁ < U 7 καὶ < Μ | δῆλον + ὁ Μ; lies ὅτι? * | σαρκὶ + <συνελήφθη>? * 8 <τὸ > * 9 καὶ <U 10 θεὸς μὲν < U | πατρὸς + μὲν U | γεννηθεὶς U 11 vor ἄνθρωπος + ὡς Μ 17 τινες + <κτιστὸν τὸ πνεῦμα>? * 18 vor κακὰ + εἰς Μ 18f Xριστοῦ] υἱοῦ? * 19 <τοῦ> * | πατρός] σωτῆρος Μ | μαρία Μ 20 κυρίου]] ἅγιον U 20f δύναμις ὑψίστου ἐπισκιάσει σοι U 21 εἶτα μετέπειτα < U | γεννώμενον + ἐκ σοῦ <τὸν> * 24 καὶ εἰς ἑαυτὸν ἀναπλασάμενον] κατὰ U 24—S. 321, 1 [καὶ] κατὰ τὴν — ἐνανθρώπησιν < Μ 24 [καὶ] *)