Panarion (Adversus Haereses)

Epiphanius

Epiphanius. Epiphanius, Volume 1-3. Holl, Karl, editor. Leipzig: Hinrichs, 1915-1933.

τρίτῃ ἐν Κανᾷ τῆς Γαλιλαίας, ὡς πληροῦσθαι τὰς πάσας ἡμέρας ξݲ ἀπὸ τοῦ βαπτίσματος, τεσσαράκοντα μὲν τοῦ πειρασμοῦ καὶ τὰς εἰς ναζαρὲτ δύο ἑβδομάδας <καὶ δύο ἡμέρας> καὶ τὰς ἄλλας δύο, καὶ τῇ τρίτῃ τὸ σημεῖον τοῦ ὕδατος ἐν τῷ γάμῳ γεγενῆσθαι.

μετέπειτα ἡκέναι αὐτὸν ἐν Καφαρναοὺμ καὶ ἐργάσασθαι ἕτερα, ὡς ἔφαμεν πολλάκις, καὶ πάλιν εἰς Ναζαρὲτ ἀνελθόνα ἀναγνῶναι τὸ βιβλίον Ἠσαΐου τοῦ προφήτου. διὸ λέγουσι »ποίησον καὶ ὧδε σημεῖα ὅσα ἠκούσαμενν ἐν Καφαρναούμ σε πεποιηκέναι«·

ὕστερον δὲ πάλιν ἐλθόντα αὐτὸν εἰ καφαρναοὺμ ἐκεῖθεν διαβῆναι ἐπὶ τὴν λίμνην εἴτ᾿ οὖν θάλασσαν Γεννησαρέθ, τέλεόν <τε> τοῦς περὶ Πέτρον ἐκλελέχθαι καὶ οὕτως ἐκεῖθεν συνάψαι τὴν πᾶσαν τοῦ κηρύγματος τελείωσιν.

κατὰ γὰρ την ἀκολουθίαν, ὡς ἔφαμεν,μετὰ τὰς μݲ <ἡμέρας> και τὰς ἅλλας δύο ἑβδομάδας καὶ δύο ἡμέρας τὰς <ἐν Ναζαρὲτ> πρὸς Ἰωάννην ἐγένετο πρώτην ἡμέρανκαὶ τὴν αὔριιον· <ἀπ᾿> αὐτοῦ δὲ ἀνακάμψαντος Ναζαρὲτ καὶ μείναντος ἀπὸ ὥρας δεκάτης ἄχρι ἑσπέρας, τῇ δὲ ἄλλῃ ἡμέρᾳ ἐξελθόντος καὶ συναντή- [*](1ff vgl. c. 16, 1ff; S. 270, 14ff c. 21, 10; S. 280, 4ff c. 28. 3ff; S. 299, 11ff — 3ff ἑβδομάδας δύο καὶ ἡμέρας τρεῖς] oben c. 16, 3; s. 271, 6 hieß es αἱ δύο ἑβδομάδες μικρῷ πλέον καὶ ἡμέραι δύο, so auch nachher wieder Z. 18: δύο ist genauer, andernfalls stimmt die Rechnung nicht — 13 Luk. 4, 23) [*](M U (bis Z. 2)) [*](1 οὕτως] αὐτῶ M 2—S. 303,3 in U stark verkürzt zu: ἐλθόντος καὶ ἐκλεξαμένου τινὰς τῶν αὐτοῦ μαθητῶνκαὶ ἐναρξαμένου μετὰ τεσσαράκοντα ἡμέρας τοῆ πειρασμοῦ κηρύττεινκαὶ αὐτοῦ κατελθόντος εἰς τὸν Ἰορδάνην καὶ συναντήσαντος τοῖς περὶ ναθαναὴλ καὶ παραλαβόντος αὐτοὺς ὅτε ἔμειναν παρ᾿ Γαλιλαίαν εὐθὺς διὰ τὰς πρότερον δύο ἡμέρας τὰς εἰρημένας ἔφη τὸ εὐαγγέλιον τῆ τρίτη ἡμέρα κτἑ. 2 Ναζαρὲθ M 3 κατελθεῖν*] κατελθὼν M 5 Ναζαρὲθ M 15 γενηαρὲτ M | <τε> *, vgl. zu Z. 3 11 Ναζαρὲθ M 15 γενησαρὲτ M | <τε> 18 <ἡμέρας> Dind. 19 <ἐν Ναζαρὲτ> * | Ναζαρὲθ M)

303
σαντος Φιλίππῳ ὅ εἰσι δύο ἡμέραι,

λοιπὸν τὸ ἀμετάστατον τῆς ἀκριβείας τὸ εὐαγγέλιον δείκνυσιν διὰ τὰς πρύτας δύο, ἃς ἐλθὼν ἔμεινεν, <λέγον> »τῇ τρίτῃ ἡμέρᾳ γάμος ἐγένετο ἐν Κανᾷ τῆς Γαλιλαίας«, ὅπερ σύμβολον ἦν τῆς ἐκκλησίας· ἐν γὰρ τῇ

τρίτῃ ἡμέρᾳ τῆς ἐν τῇ καρδίᾳ τῆς γῆς αὐτοῦ πραγματείας, ἧς † ἐν τῇ γῇ ἐποίησε μετὰ τὸ πάθος, ἀναστὰς γάμον συνῆπτε τῇ Κανᾷ· Κανᾶ γὰρ ἑρμηνός·

ἡ κτησαμένη. τίς δέ ἐστιν ἡ κτησαμένη ἀλλ᾿ ἢ ἡ κληρονόμος περὶ ἧς ὁ ψαλμῳδὸς ἐν τῷ πέμπτῳ ψαλμῷ ἔλεγεν »ὑπὲρ τῆς κληρονομούσης« καὶ τὰ ἑξῆς; γάμος γὰρ ὡς ἀληθῶς οῠτος εὐλογημένος, ἀπὸ τοῦ τύπου ἐκείνου λαβὼν τὴν πρόφασιν.

ἐκεῖ μὲν γὰρ γάμος ἦν αἰσθητὸς ἐν Κανᾷ τῆς Γαλιλαίας καὶ ὕδωρ ἀληθῶς οἶνος γεγονός· καὶ ἐκλήθη κατὰ δύο τρόπους, ἵνα τὸ ὑδαρὲς τῶν ἐν τῷ κόσμῳ ἐκβαχευομένων ἐπιστύψῃ <διὰ> τοῦ γάμου εἰς σωφροσύνην καὶ εἰς σεμνότητα, καὶ ἵνα τὸ λεῖπον ἐπιδιορθώσηται εἰ εὐφρασίαν <διὰ> τοῦ λυσιπόνου οἴνου καὶ τῆς χάριτος,