Panarion (Adversus Haereses)

Epiphanius

Epiphanius. Epiphanius, Volume 1-3. Holl, Karl, editor. Leipzig: Hinrichs, 1915-1933.

προφασίζονται γὰρ οὗτοι, αἰσχυνόμενοι ἀντιλέγειν τῷ ἁγίῳ Ἰωάννῃ διὰ τὸ εἰδέναι αὐτοὺς τὸν αὐτὸν ἐν ἀριθμῷ τῶν ἀποστόλων ὄντα καὶ ἠγαπημένον ὑπὸ τοῦ κυρίου, ᾧ ἀξίως τὰ μυστήρια ἀπεκάλυπτεν καὶ ἐπὸ τὸ στῆθος αὐτοῦ ἀνέπεσε, καὶ ἑτέρως αὐτὰ ἀνατρέπειν πειρῶνται. λέγουσι γὰρ μὴ εἶναι αὐτὰ Ἰωάννου ἀλλὰ Κηρίνθου καὶ οὐκ ἄξια αὐτά φασιν εἶναι ἐν ἐκκλησίᾳ.

4. Καὶ ἀπ᾿ αὐτῆς τῆς ἐπιβολῆς εὐθὺς ἐλέγχονται, »μήτε ἃ λέγουσι νοοῦντες μήτε περὶ τίνων διαβεβαιοῦνται«. πῶς γὰρ ἔσται Κηρίνθου τὰ κατὰ Κηρίνθου λέγοντα;

Κήρινθος γὰρ πρόσφατον καὶ ψιλὸν τὸν Χριστὸν λέγει ἄνθρωπον, ὁ δὲ Ἰωάννης ἀεὶ ὄντα <αὐ>τὸν Λόγον κεκήρυχε καὶ ἄνωθεν ἥκοντα καὶ σαρκωθέντα. ἀπ᾿ αὐτῆς τοίνυν τῆς εἰσβολῆς ἐλήλεγκται ἡ τούτων μάταιος συκοφαντία μωρά τις οὖσα καὶ μὴ νοοῦσα πόθεν διελέγχεται.

δοκοῦσι γὰρ καὶ αὐτοὶ τὰ ἴσα ἡμῖν πιστεύειν, μὴ κατέχοντες δὲ τὰ ἀσφαλῇ τοῦ ἐκ θεοῦ οἰκονομηθέντος ἡμῖν διὰ τοῦ ἁγίου Ἰωάννου κηρύγματος εὑρεθήσονται διελεγχόμενοι ἐν οἷς ἀγνοοῦσι, πῶς κατὰ τῆς ἀληθείας ἐπαίρονται τὴν φωνήν.

καὶ ἐάν γε θελήσωσιν ἀνανῆψαί τε καὶ κατανοῆσαι, γνώσονται· ἡμεὶς γὰρ τὰς ἀπὸ τοῦ ἁγίου πνεύματος διδασκαλίας, ἀξιολόγως καὶ ἠσφαλισμένως ἐχούσας, οὐκ ἀποβάλλομεν.