Panarion (Adversus Haereses)

Epiphanius

Epiphanius. Epiphanius, Volume 1-3. Holl, Karl, editor. Leipzig: Hinrichs, 1915-1933.

καὶ πληρωθέντος τοῦ πρώτου ἐνιαυτοῦ πάλιν ἄνεισιν εἰς Ἱερουσαλὴμ καὶ λοιπὸν ἐζήτουν αὐτὸν πιάσαι ἐν τῇ ἑορτῇ καὶ ἐφοβήθησαν· ἐν ᾗ ἑορτῇ ἔλεγεν ὅτι »οὐκ ἀναβαίνω εἰς τὴν ἑορτὴν ταύτην«. οὐ γὰρ ἐφεύδετο, μὴ γένοιτο.

[*](7 Luk. 3,23 — 9 vgl. Luk. 4,16ff — 10 Luk. 4,18 — 22 mit διελθὼν διὰ τῆς θαλάσσης τῆς Τιβεριάσος is wohl Joh. 6,1 gemeint; vgl. c. 30, 7; S. 302,15 διαβῆναι ἐπὶ τὴν λίμνην εἰτ᾿ οὖν θάλασσαν Γεννησαρὲτ — 23 f Joh. (7,14) 7,37 — 28 Joh. 7.8)[*](M U )[*](2f ἀγγαθααβαεὶθ M ἀγαθααβαεὶθ M ἀγαθαλβαεὶθ U 3 εἰκὰς Μ 4f μεταγειτνιῶν M Μεταγιτνίων U 6f πολλάκις <U 7 ὁ <U | εἶναι < U 8 ἐνομίζετο + εἶναι U | [καὶ ] * 14 γὰρ < Μ 15 < τὸ >* 20 καὶ ἅς—σημείου <U 22 διὰ] ἐπὶ U 23 Ναζαρὲθ M 25 Ναζαρὲθ M | τὴν2 < U 26f τοῦ ἐνιαυτοῦ τοῦ πρώτου Μ 28f οὐ καταβαίνω U)

295
»μεσαζούσης γὰρ τῆς ἑορτῆς ἦλθε« φησί »καὶ ἀνέβη εἰς Ἱεροσόλυμα«, »καὶ ἔλεγον· οὐχ οὗτός ἐστιν ὅν ἐζήτουν πιάσαι; Καὶ ἰδοὺ ἐν παρρησίᾳ λαλεῖ· μὴ ἄρα ἔμαθον οἱ ἱερεῖς ὅτι οἷτός ἐστιν ὁ χριστός;

ἀλλὰ οἴδαμεν οἷτος πόθεν ἐστί«. Μυστηριωδῶς γὰρ καὶ πνευματικῶς αὐτοῦ διαλεγομένου τοῖς αὐτοῦ ἀδελφοῖς οὐκ ἤδεισαν τί ἔλεγεν. ἔλεγε γὰρ α’ττοῖς γὴ ἀναβαίνειν εἰς τὸν οὐρανὸν ἐν τῇ ἑορτῇ ἐκείνῃ μηδὲ εἰς τὸν σταυρόν, τοῦ τελετῶσαι τέως τὴν οἰκονομίαν τοῦ πάθους αὐτοῦ καὶ τῆς σωτηρίας τὸ μυστήριον καὶ ἐκ νεκρῶν ἀναστῆναι καὶ εἰς τὸν οὐρανὸν ἀναβῆναι· ἅτινα ἐπλήρου πάντα ἐν τῇ

ἰδίᾳ αὐτοῦ ἐξουσίᾳ. καὶ μετὰ ταῦτα ὡς πληρωθέντος τοῦ διετοῦς χρόνου μετὰ τὸ βάπτισμα καὶ τὴν αὐτοῦ γέννησιν ἀπὸ Νοεμβρίου μηνὸς καὶ ἀπὸ Ἰανουαρίου μηνὸς καὶ [τῶν] ἐπέκεινα, λοιπὸν ἐν τῷ τριακοστῷ τρίτῳ ἔτιει τῆς αὐτοῦ ἐνσάρκου (??)ἐνδημίας, μετὰ τὸ ὑπερβῆναι αὐτὸν τὰς δύο ὑπατείας, ἅς ἔφημεν, τῶν τε δύο Γεμινῶν καὶ τὴν Ῥούφου καὶ Ῥουβελλίωνος, λοιπὸν ἐν τῇ