Panarion (Adversus Haereses)
Epiphanius
Epiphanius. Epiphanius, Volume 1-3. Holl, Karl, editor. Leipzig: Hinrichs, 1915-1933.
πῶς οὖν οὐ καταγνωστέαι αἱ αἱρέσεις ἐλλιπῆ ποιοῦσαι τὸν υἱὸς τὸν πατέρα; »ἴσον« γὰρ [φασίν] »ἑαυτὸν ποιῶν τῷ θεῷ«, λέγει τὸ εὐαγγέλιον.
»μετὰ δὲ ταῦτα ἀπῆλθεν ὁ Ἰησοῦς πέραν τῆς θαλάσσης τῆς Γαλιλαίας τῆς Τιβεριάδος, ἠκολούθει δὲ αὐτῷ ὄχλος πολύς, ὁρῶντες τὰ σημεῖα ἃ ἐποίει ἐπὶ τῶν ἀσθενούντων. ἀνῆλθεν οὖν ὁ Ἰησοῦς εἰς τὸ ὄρος καὶ ἐκεῖ ἐκαθέζετο μετὰ τῶν μαθητῶν αὐτοῦ. ἦν δὲ <ἐγγὺς> τὸ Πάσχα ἡ ἑορτὴ τῶν Ἰουδαίων.«
λοιπὸν ὡς λέγει τὰ ἄλλα εὐαγγέλια, παραδοθέντος τοῦ Ἰωάννου ἐλθὼν κατῴκησεν εἰς Καφαρναοὺμ τὴν παραθαλάσσιον· ὡς καὶ αὐτὸς Ἰωάννης συνῳδὰ τοῖς ἄλλοις εὑρίσκεται λέγων. τοῦ γὰρ Πάσχα ἐν μηνὶ Μαρτίῳ ἢ Ἀπριλλίῳ γινομένου ἐξ ἅπαντος δείκνυνται ἄλλοι ὄντες καιροὶ ἐν οἷς ὁ σωτὴρ μετὰ τὸν πειρασμὸν πρὸς τὸν Ἰωάννην ἀφικνεῖται.
22. Κατηγοροῦσι δὲ οἱ αὐτοὶ πάλιν τοῦ ἁγίου εὐαγγελιστοῦ, μᾶλλον δὲ αὐτοῦ τοῦ εὐαγγελίου, ὅτι, φησίν, ὁ Ἰωάννης ἔφη δύο Πάσχα τὸν σωτῆρα πεποιηκέναι ἐν περιόδῳ ἐνιαυτῶν δύο, οἱ δὲ ἄλλοι εὐαγγελισταὶ περὶ ἑνὸς Πάσχα διηγοῦνται.
καὶ οὐκ ἴσασιν οἱ ἰδιῶται ὅτι οὐ μόνον δύο Πάσχα ὁμολογεῖ τὰ εὐαγγέλια, ὡς πανταχόθεν ἐδείξαμεν, ἀλλὰ δύο μὲν πρῶτα λέγει καὶ αὐτὸ δὲ ἐν ᾧ πέπονθεν ὁ [*](3 vgl. Joh. 5, 16 — 5 Joh. 5, 18 — 9 Joh. 6, 1—4 — 15 Matth. 4, 12f — 21 die zwei Passah: Joh 2, 13ff u. 11, 55ff — 23ff Es ist beachtenswert, daß Epiph. in der Berechnung der Lehrtätigkeit Jesu (3 Passah = 2 ¼ Jahre) mit Africanus (vgl. Ed. Schwartz Abh. Gött. Ges. 1895 S. 28ff) gegen Eusebius (3 ½ Jahre dem. ev. VIII 2, 108; S. 387, 17ff Heikel) zusammengeht, während er mit Eusebius gegen Aficanus den Tod Christi ins 18. Jahr des Tiberius setzt, vgl. unten S. 292, 15 u. Eusebius-Hieronymus Christi S. 174, 14ff Helm) [*](M U (von κατηγοροῦσι Z. 20 an)) [*](1 προβατικῆς am Rand nachgetragen M 9 [φασίν] * 13 <ἐγγὺς> * 21 αὐτοῦ τοῦ] τοῦ αὐτοῦ U | περὶ δύο πάσχων U 22 πεποιηκότα U | ἐν περιόδῳ — δύο < U 23 πάσχα ἑνὸς U | διηγοῦνται < U | οἴδασιν U 24f ὡς πανταχόθεν ἐδείξαμεν < U)
Γεννᾶται μὲν γὰρ ὁ σωτὴρ τεσσαρακοστῷ δευτέρῳ ἔτει Αὐγούστου βασιλέως τῶν ῾Ρωμαίων ἐν ὑπατείᾳ τοῦ αὐτοῦ Ὀκταυίου Αὐγούστου τὸ τρισκαιδέκατον καὶ Σιλανοῦ, ὡς ἔχει τὰ παρὰ ῾Ρωμαίοις ὑπατάρια.
κεῖται γὰρ ἐν αὐτοῖς οὕτως· »τούτων ὑπατευόντων, φημὶ πρὸ ὀκτὼ εἰδῶν Ἰανουαρίων μετὰ δεκατρεῖς ἡμέρας τῆς χειμερινῆς τροπῆς καὶ τῆς τοῦ φωτὸς καὶ ἡμέρας προσθήκης.«
ταύτην δὲ τὴν ἡμέραν ἑορτάζουσιν Ἕλληνες, φημὶ δὲ οἱ εἰδωλολάτραι, τῇ πρὸ ὀκτὼ καλανδῶν Ἰανουαρίων, τῇ παρὰ ῾Ρωμαίοις καλουμένῃ Σατουρνάλια, παρ᾿ Αἰγυπτίοις δὲ Κρόνια, παρὰ Ἀλεξανδρεῦσι δὲ Κικέλλια.