Panarion (Adversus Haereses)

Epiphanius

Epiphanius. Epiphanius, Volume 1-3. Holl, Karl, editor. Leipzig: Hinrichs, 1915-1933.

ἀπ᾿ ἐντεῦθεν οὖν αἱ τεσσαράκοντα ἡμέραι τοῦ πειρασμοῦ ἀκολούθως φαίνονται καὶ αἱ δύο τοῦ πειρασμοῦ ἐπὶ τὴν Γαλιλαίαν, τουτέστιν εἰς τὴν Ναζαρὲτ καὶ περὶ τὰ ὅρια αὐτῆς, καὶ μία ἡμέρα ὅτε ἦλθεν πρὸς Ἰωάννην,

ὅτε ἔφη ὁ Ἰωάννης »ἴδε, ὁ ἀμνὸς τοῦ θεοῦ ὁ αἴρων τὴν ἁμαρτίαν τοῦ κόσμου«, καὶ ἡ ἐπαύριον <ὅτε> »τάλιν εἱστήκει ὁ Ἰωάννης καὶ ἐκ τῶν μαθητῶν αὐτοῦ δύο καὶ ἐμβλέψας τῷ Ἰησοῦ περιπατοῦντι λέγει· ἴδε, ὁ Χριστὸς ὁ ἀμνὸς τοῦ θεοῦ«. εἶτα φησίν »ἤκουσαν οἱ δύο μαθηταὶ αὐτοῦ καὶ ἠκολούθησαν τῷ Ἰησοῦ«.

αὕτη δὲ ἦν οκτωκαιδεκάτη μετά τὸν πειρασμὸν ἡμέρα, καθὼς προείπαμεν, πρώτη δὲ ἀπὸ Ἰωάννου ὅτε ἠκολούθησαν τῷ Ἰησοῦ οἱ περὶ Ἀνδρέαν καὶ παρ᾿ αὐτῷ ἔμειναν τὴν ἡμέραν ἐκείνην (ὥρα ἦν ὡς δεκάτη), ὅτε καὶ τὸν ἑαυτοῦ ἀδελφὸν Σίμωνα εὑρὼν ὁ Ἀνδρέας ἤγαγε πρὸς τὸν Ἰησοῦν.

εἶτα λέγει τὸ εὐαγγέλιον »τῇ ἐπαύριον ἠθέλησεν ἐξελθεῖν εἰς τὴν Γαλιλαίαν καὶ εὑρίσκει Φίλιππον καὶ λέγει αὐτῷ ὁ κύριος· ἀκολούθει μοι«. αὕτη δὲ ἦν ἐννεακαιδεκάτη ἡμέρα μετὰ τὸν πειρασμόν, ὡς ἔχει ἡ ἀκολουθία τοῦ εὐαγγελίου, * Φιλίππου τὴν κλῆσιν καὶ τοῦ Ναθαναήλ.

καὶ λοιπὸν τῇ τρίτῃ ἡμέρᾳ, λέγει, γάμος ἐγέ- [*](6 für diese 2 Wochen und 2 Tage (c.30, 4; S. 302, 3 heißt es ὡσεὶ ἑβδομάδας δύο καὶ ἡμέρας τρεῖς) gibt Epiph. nirgends einen Beleg; ein sicherer Beweis, daß er den Ansatz der Taufe auf den 8. November nicht selbst durch Rechnung gefunden, sondern aus der Überlieferung überkommen hat — 9 Joh. 1, 29 10 Joh. 1,35 — 15 Joh. 1,37.39.41 — 18 Joh. 1,43 — 22 vgl. Joh. 2, 1) [*](M U) [*](1 μὲν < M 4 λοιπὸν—ἔρημον < U | ἐξεβλήθη *] ἐλήφθη MU 4—22 in U gekürzt zu: ἀπεντεῦθεν αἱ τεσσαράκυντα τοῦ πειρασμοῦ καὶ δύο ἑβδομάδες, μκρῶ πλεῖον αἰ ἐν ναζαρὲτ ἀπὸ τῶν ἡμερῶν τοῦ πειρασμοῦ καὶ πρώτη ἡμέρα πρὸς ἰωάννην καὶ Δευτέρα. καὶ πάλιν ἀπὸ Ἰωάννου πρώτη καὶ δευτέρα ὅτε ἠκολούθησαν αὐτῶ οἱ περὶ ἀνδρέαν. ἔπειτα Σίμων Πέτρος καὶ τῆ ἄλλη ἡμέρα, ὡς ἔφημεν καὶ ἔχει ἡ ἀκολουθία τοῦ εὐαγγελίου, φιλίππου κλῆσις καὶ τοῦ ναθαναήλ 7f Ναζαρὲθ M 10 <ὅτε> * 21 ὡς *] καὶ M | * etwa <περιέχουσα>* 22—S. 273, 15 verkürzt in U: καὶ λοιπὸν τῆ Τρίτη ἡμέρα γάμος ἐγένετο ἐν κανᾶ τῆς γαλιλαίας μετὰ τὰς δύο τὰς προειρημένας. ὅτερ πρῶτον σημεῖον καὶ πλήρωμα τριάκοντα ἐτῶν ἀπὸ γεννήσεως τῆς ἐνσάρκου αὐτοῦ παρουσίας.)

272
νετο ἐν Κανᾷ τῆς Γαλιλαίας, μετὰ τὰς δύο τὰς προειρημένας ἀπὸ Ἰωάννου ἡμέρας. προστιθεμένων τοίνυν τῶν εἴκοσι ἡμερῶν ταῖς τεσσαράκοντα τοῦ πειρασμοῦ δύο μῆνες τελοῦνται, οἵτινες τοῖς δέκα μησὶ συναπτόμενοι ἐνιαυτὸν τελοῦσιν, ὅ ἐστι πλήρωμα τριάκοντα ἐτῶν ἀπὸ τῆς γεννήσεως τοῦ κυρίου,

καὶ εὑρίσκεται τὸ πρῶτον σημεῖον τῆς τοῦ ὕδατος εἰς οἶνον μεταβολῆς ἐν τῷ τέλει τοῦ τριακοστοῦ ἔτους ποιήσας ὁ Χριστός, ὡς ἔστιν σοι καταληπτέον ταῖς [*](4ff die hier bezeugte Verbindung der Feier der Hochziet zu Kana mit dem Epiphanienfest (= dem 30. Geburtstag Christi) geht bis in die Anfänge des Epiphanienfestes zurück; vgl. im Osten Const. apost. V 13, 2; S. 269, 15f Funk; im Abendland höchstwahrscheinlich schon Ambrosius de virg. III 1; Migne 16,219f vides quantus ad natalem sponsi tui populus convenerit …. hic est qui rogatus ad nuptias aquam in vina convertit, jedenfalls Paulinus Nol. carm. 27 v. 45ff; CSEL XXX 264 Maximus Taur. hom. 23; Migne 57,272ff Petrus Chrysol. sermo 157; Migne 52, 615A Ps. Augustin sermo 136; Migne 39,2015 Polemius Silvius calend. (CJL I 335 = I2 257) S. Epiphania, quo die interpositis temporibus visa est stella magis, quae dominum natum nunciabat et aqua vinum facta Isidorus Hispal. de off. I 26, dazu die Meßbücher sacr. Gregor. Migne 78,39 sacr. Gallic. Migne 72, 178 miss. Gothic. sowohl in der Vigilie, als in der Liturgie des 6. Januar mozarabische Lit. Migne 85, 176) [*](M U ) [*](ἐν αὐτῆ γὰρ εὑρίσκεται τῆ ἡμέρα τῆς αὐτοῦ κατὰ σάρκα γεννήσεως πεποιηκὼς τὸ πρῶτον πάλιν σημεῖον τοῦ ὕδατος εἰς οἶνον ἐν τῶ πληρῶσαι αὐτὸν τριάκοντα ἔτη ὡς πολλάκις εἶπον ἀπὸ τῆς ἐνσάρκου αὐτοῦ γεννήσεως τε καὶ παρουσίας, ὡς ὑποτίθεται ἡμῖν συνιέναι καὶ καταλαμβάνειν ἡ τῶν εὐαγγελίων ἀκρίβεια τε καὶ ἀκολουθία. καὶ λοιπὸν ἀπὸ τοῦ πρώτου σημείου τούτου τά τε ἄλλα σημεῖα καὶ τὸ κήρυγμα λοιπὸν καὶ τὰ ἄλλα πάντα τῆς θαυμαστῆς αὐτοῦ πληρώσεως τῆς φιλανθρωπίας καὶ εὐαγγελικῆς θαυματουργίας τε καὶ διδασκαλίας ὡς πολλάκις ἔφην καὶ θηρᾶσθαι ἑαυτοῖς τὰ τῆς ἀπιστίας καὶ τοῦ ἀντικλέγειν τῶ ἁγίω πνεύματι καὶ τῆ θαυμαστῆ τῶν εὐαγγελίων ἀκουθία. πάντη γὰρ τοὺς ἐναντιουμένους τῶ ἁγίω εὐαγγελίω προλήψεται ἡ τοσαύτη ἀκριβολογία δηλοῦσα ὅτι ἀπὸ τοῦ βαπτίσματος ἡ ἀρχὴ τῆς λοιπῆς πραγματείας ὡς ἔχει οὕτως· ὅτι ἔπειτα μετὰ τὴν ἡμέραν τοῦ βαπτίσματος ἐν τῶ πειρασμῳ γενομένου αὐτοῦ τῶν τεσσαράκοντα ἡμερῶν ἐν τῆ ἐρἠμω περὶ θεοῦ τῶ πνεύματι τῶ ἁγίω διὰ Ἰωάννου οὐ πεφρόντισται σημᾶναι· ἤδη γὰρ ἦν τοῦτο διὰ τῶν τριῶν εὐαγγελιστῶν σημανθέν.) [*](5 γεννήσεως *] γενέσεως M)

273
τῶν εὐαγγελίων ἀκολουθίαις προσσχόντι ἀκριβῶς.