Panarion (Adversus Haereses)
Epiphanius
Epiphanius. Epiphanius, Volume 1-3. Holl, Karl, editor. Leipzig: Hinrichs, 1915-1933.
ἀλλὰ καὶ ἄλλως ἔτι περὶ τούτων ἐρῶ· ἀργείτωσαν αἱ διατριβαί, παυσάσθωσαν σοφισταί τε καὶ ῤήτορες καὶ γραμματικοί, ἰατροί τε καὶ ἄλλαι ἐπιστῆμαι βαναύσων τε τεχνῶν ἀμύθητον πλῆθος, καὶ μηκέτι μηδεὶς παιδευέτω, ειπερ ἐξ εἱμαρμένης τυγχάνει τῶν ἐπιστημῶν καὶ μὴ ἐκ γραμμάτων μαθήσεως ὁ πορισμὸς τῇ ἀνθρωπείᾳ φύσει. εἰ γὰρ εἱμαρμένη τὸν πεπαιδευμένον καὶ λογιώτατον παρεσκεύασε , μὴ μανθανέτω τις παρὰ τοῦ διδάσκοντος, ἀλλὰ τῇ φύσει † λαμβανέτωσαν τὴν εἴδησιν αἱ τοὺς μίτους κλώθουσαι Μοῖραι κατὰ τὸ φθέγμα τῆς κομπώδους σου διὰ λόγων πλάνης.
ἀλλὰ ταῦτα πρὸς Ζήνωνα καὶ τοὺς Στωϊκούς μοι λελέχθω. Πλάτων δὲ ἅμα καὶ αὐτὸς κατὰ τὰ αὐτὰ φερόμενος, τῇ μετενσωματώσει καὶ μεταγγισμῷ τῶν ψυχῶν καὶ πολυθείαις καὶ ταῖς ἄλλαις εἰδωλολατρείαις καὶ δεισιδαιμονίαις *, οὐ περὶ τῆς ὕλης πάντῃ ἴσως κατὰ Ζήνωνα καὶ τοὺς Στωϊκοὺς ἐφρόνησεν.
οἶδεν γὰρ αὐτὸς θεόν , τὰ δὲ γεγενημένα πάντα ἐκ τοῦ ὄντος θεοῦ γεγενῆσθαι· εἶναι δὲ πρῶτον αἴτιον καὶ δεύτερον καὶ τρίτον· καὶ τὸ μὲν πρῶτον αἴτιον θεόν, τὸ δὲ δεύτερον αἴτιον ἐκ θεοῦ γεγενῆσθαι * τινὰς δυνάμεις, δέ αὐτοῦ δὲ καὶ τῶν δυνάμεων γεγενῆσθαι τὴν ὕλην.
φάσκει γὰρ οὕτως· »οὐρανὸς ἅμα χρόνῳ γεγένηται, ὁμοῦ ὄρα καὶ λυθήσεται«, τὰ πρότερα ἑαυτοῦ τὰ περὶ ὕλης ἀνασκευάσας. εἶπε γάρ ποτε καὶ σύγχρονον εἶναι τῷ θεῷ τὴν ὕλην.
[*](14 —25 Diels Doxographi graeei S. 588, vgl. S. 175 — 19 Plato ep. II p. 312 E u. Jahn bei Öhler II 2 S. 10 — 23 vgl. Timaeus 38 B — 24 f vgl. Hippolyt refut. I 19, 4; S. 20, 2 Wendland GU Μ)[*](3 εἴπερ M 4 ἀργήτωσαν M 5 γραμματικαί M | ἄλλαι < Gr 6 G U 7 παιδευέσθω < * 8 μὴ < G M | τῆς GM 10 † λαμβανέτωσαν] etwa ἐνυφαινέτωσαν * 13 Πλατωνικοί, τετάρτη αἵρεσις ἀπὸ Ἑλληνισμοῦ, ἕκτη δὲ τῆς ἀκολουθίας G Πλατωνικοί, ἀπὸ Ἑλληνισμοῦ αἵρεσις δ, τῆς δὲ ἀκολουθίας ςݲ M Πλατωνικοί, τετάρτη αἴρεσις ἀπὸ ἔκτη δὲ τῆ ἀκολουθία U 15 κατὰ τὰ αὐτὰ *] κατὰ τῶν αὐτῶν GU μετὰ αὐτῶν M 17 * <προσανέχων> * | περὶ τῆς ὕλης *] τῆ ὕλη GUM 19 G U | γεγενῆσθαι + τινὰς δυνάμεις U 21 * etwa <ἅμα δὲ καὶ> * Jahn] γὰρ GUM)Πρὸ δὲ τούτου Πυθαγόρας καὶ οἱ Περιπατητικὴν ἐπαγγελλόμενοι χαρακτηρίζουσιν ἴνα θεόν, φιλοσοφίαις δὲ ἄλλαις * καὶ τοῖς * φιλοσοφουμένοις προσανέχουσι. τὰ ἴσα μὲν τούτοις πάλιν τὰ τῆς ἀθεμίτου γνώμης καὶ ἀσεβεστάτης, τῶν ψυχῶν ἀπαθανατισμούς τε καὶ μετενσωματώσεις καὶ σωμάτων φθοράς , αὐτός τε καὶ οἱ σὺν αὐτῶ̣ ἀγορεύουσιν. οὗτος δὲ τέλος ἐν τῇ Μηδίᾳ τὸν βίον καταστρέφει.
σῶμα δὲ λέγει εἶναι τὸν θεὸν τουτέστιν οὐρανόν, ὀφθαλμοὺς δὲ αὐτοῦ καὶ τὰ ἄλλα ὥσπερ ἐν ἀνθρώπῳ, ἥλιον καὶ σελήνην καὶ τὰ ἄλλα ἄστρα καὶ τὰ κατ᾿ οὐρανὸν στοιχεῖα.
Ἐπίκουρος δὲ καθεξῆς μετὰ τούτους ἀπρονοησίαν τῷ κόσμῳ εἰσηγήσατο· ἐξ ἀτόμων δὲ συνεστάναι τὰ πάντα ἠδ᾿ αὖ πάλιν εἰς ἄτομα χωρεῖν καὶ ἐξ αὐτοματισμοῦ εἶναι τὰ ὅλα καὶ τὸν κόσμον ὑφεστάναι, ἀεὶ γεννώσης τῆς φύσεως ἠδ᾿ αὖ πάλιν δαπανωμένης καὶ ἐξ αὑτῆς πάλιν ἐπιγινομένης, μηδέποτε δὲ ληγούσης, ἀφ᾿ ἑαυτῆς φυομένης καὶ εἰς ἑαυτὴν συντριβομένης.
εἶναι δὲ ἐξ ὑπαρχῆς ᾠοῦ δίκην τὸ σύμπαν, τὸ δὲ πνεῦμα δρακοντοειδῶς περὶ τὸ ᾠὸν ὡς στέφανον ἢ ὡς ζώνην περισφίγγειν τότε τὴν φύσιν.
θελῆσαν δὲ βιασμῷ τινὶ καιρῷ περισσοτέρως σφίγξαι τὴν πᾶσαν ὕλην εἴτ᾿ οὖν φύσιν τῶν [*](2 — 10 Diels doxographi graeci S. 588 — 7 ἐν τῇ Μηδίᾳ, entstanden aus ἐνδείᾳ ὕδατος καὶ ἄρτου, Tgl. Diels S. 175; ἐνδεία wird durch Μηδεία in Μ gestützt — 12 — S. 187, 8 Diels doxographi graeci S. 588 f GU M) [*](1 Πυθαγόρειοι, δευτέρα αἵρεσις ἀπὸ Ἑλληνισμοῦ, ἑβδόμη δὲ τῆς ἀκολουθίας G U Πυθαγόριοι, ἀπὸ Ἑλληνισμοῦ αἰρέσεις β, τῆς δὲ ἀκολουθίας ςݲδ ςݲ Μ G Περιπατητικοὶ U 3 χαρακτηρίζειν U χαρακτηριάζουσιν M | * u. * etwa <ὁμοίως> καὶ τοῖς <παρὰ τοῖς προδηλωθεῖσι> 7 Μηδεία M 9 ἄλλα + <μέλη>? * 11 Ἐπικούριοι τετάρτη αἵρεσις Ἑλληνισμοῦ, ὀγδόη δὲ τῆς ἀκολουθίας G Ἕκτη αἵρεσις ἀπὸ τοῦ Ἑλληνισμοῦ, ὀγδόη δὲ τῆ ἀκολουθία U Ἐπικούριοι, ἀπὸ Ἑλληνισμοῦ αἰρέσεις δ, τῆς δὲ ἀκολουθίας ηݲ 12 Ἐπικούριοι M | μετὰ τούτους ݲ U 14 τὰ ὅλα] τὰ πάντα G 18 περὶ ᾠὸν] περιιὸν? * 19 περισφίγγειν τότε τὴν φύσιν] περιιὸν σφίγγειν τούτου τὴν φύσιν? Diels; aber τότε ist imentbehrlicli als Gegensatz zu τινὶ καιρῷ Ζ. 19f | θελήσασαν Μ 19f τινι † καιροῖ Diels, der καὶ σῷ vermutet; aber der Ausdruck τινὶ καιρῷ ist dem Epiph. äufrg 20 περισσοτέρω M | εἴτουν] ἤγουν G)
τὰ μὲν γὰρ κοῦφα καὶ λεπτότερα τῆς πάσης φύσεως ἐπιπολάσαι ἄνω τουτέστιν φῶς καὶ αἰθέρα καὶ τὸ λεπτότατον τοῦ πνεύματος, τὰ δὲ βαρύτατα καὶ σκυβαλώδη κάτω νενευκέναι, τουτέστι γῆν (ὅπερ ἐστὶ τὸ ξηρόν) καὶ τὴν ὑγρὰν ὑδάτων οὐσίαν.
τὰ δὲ ὅλα ἀφ᾿ ἑαυτῶν κινεῖσθαι καὶ δι᾿ ἑαυτῶν ἐν τῇ περιδινήσει τοῦ πόλου καὶ τῶν ἄστρων ὡς ἀπὸ τοῦ δρακοντοειδοῦς ἔτι τὰ πάντα ἐλαύνεσθαι πνεύματος.
Καὶ ἀπὸ μέρους μὲν περὶ τούτων ἔφημεν· τῷ δὲ αὐτῷ τρόπῳ τὰς τέσσαρας ταύτας αἱρέσεις ἀνατρεπτέον· * διὰ τὴν συντομίαν τῆς αναγνωσεως.