Panarion (Adversus Haereses)
Epiphanius
Epiphanius. Epiphanius, Volume 1-3. Holl, Karl, editor. Leipzig: Hinrichs, 1915-1933.
ἔσχον δὲ Ζήνωνα ἀρχηγὸν τῆς Στοᾶς, περὶ οὑ πολὺς θρυλεῖται λόγος. οἱ μὲν γὰρ αὐτὸν ἔφασαν Κλεάνθου<ς> τινὸς * τοῦ ἀπὸ Τύρου ἄλλοι δὲ φάσκουσιν αὐτὸν Κιτιέα τῆς Κύπρου νησιώτην, ἐν Ῥώμῃ δὲ βεβιωκέναι χρόνον, ὕστερον δὲ ἐν Ἀθήναις προστησάμενον [*](12 — S. 184, 5 Diels doxographi graeci S. 588, vgl. S. 175 GU M) [*](1 f αἰχμαλωσίαν *] αἰχμαλωσίας G U Μ 2 τῶν] τὸν Μ | χρόνον *] χρόνων G U Μ 6 vor μετὰ + αἱ U | αἱ < G U 9 διαφέρονται] *, <καὶ> Jül. 11 Στωικοὶ ἀπὸ Ἑλληνισμοῦ γݲ, τῆς δὲ ἀκολουθίας εݲ τρίτη ἀπὸ Ἑλληνισμοῦ, πέμπτη δὲ τῆ ἀκολουθία U ; <αἱρέσεως> *, gemäß der Überschriften in V 12 φάσκουσι *] φάσκοντες GUM 13 ἤ] καὶ nach Anaceph. 7, 2; S. 165, 21 Dind. Diels | δέ *] τε GUM 14 ψυχὴν Öh.] ψυχὴ GUM 15 μερικὰς] μέρη καὶ M 17 * <δογματίζουσιν> * | <ψυχῶν ἀπὸ> σωμάτων *] καθαιρομένας σωμάτων GU καθαιρόμεναι σωμάτων Μ 18 εἰσδυουσῶν *] εἰς δύο οὐσίας G εἰσδυούσας UM 19 γεννωμένων *] γεννωμένας GUM | παρυφαίνοντες *] παρυφαίνουσιν GUM 21 Ζήνονα M 22 Κλεάνθου<ς> Com. | * <υἱὸν> * 23 αὐτὸν] αὐτοὶ U |)
φάσκει οὐν καὶ οὗτος τὴν ὕλην σύγχρονον εἶναι τῷ θεῷ, ἴσα ταῖς ἄλλαις αἱρέσεσιν, εἱμαρμένην τε εἶναι καὶ γένεσιν, ἐξ ἠς τὰ πάντα διοικεῖται καὶ πάσχει.
πόσα τοίνυν ἰσχύει ἡ σύντομος ἡμῶν αὕτη σὐνταξις, πρὸς τὴν τούτου φαυλότητα ἀλεξητήριον φάρμακον διεξιέναι καὶ οὐχὶ μᾶλλον εἰς ὄγκον πολὺν ἐλάσω τῆς πραγματείας τὸ ἐχέγγυον· ἀκροθιγῶς δέ, ἵνα μὴ ἐν παραδρομῇ γένωμαι, πρὸς τοῦτον ἐρῶ.
2. Πόθεν εἴληφας, ὠ οὑτος, τὴν τῆς διδασκαλίας ὑφήγησιν; ἢ ποῖον πνεῦμα ἅγιον οὐρανόθεν λελάληκέ σοι περὶ τῆς σοῦ πλάνης; δύο μὲν γὰρ ἐπὶ τὸ αὐτὸ σύγχρονα, ὕλην καὶ θεόν, βεβιασμένως λέγεις·
πεσεῖται γάρ σου ὁ λόγος καὶ ἀσύστατος ἔσται. ὁμολογεῖς μὲν γάρ τινα εἶναι δημιουργόν, ὃν καὶ παντοκράτορα φῄς, τοῦτον δὲ μερίζεις εἰς πολυθεΐαν. τίνος δ’ ἂν εἴη δημιουργός, εἰ σύγχρονος εἴη ἡ ὕλη; έσται γὰρ καθ᾿ ἑαυτὴν ἑαυτῆς δεσπόζουσα ἡ μὴ ἀπὸ αἰτίου τινὸς λαβοῦσα τὴν ἀρχὴν καὶ οὐχ ὑποτασσομένη.
εἰ δὲ ὁ δημιουργὸς παρὰ ταύτης λαμβάνει, προβολὴν ταύτην εὑράμενος, ἀδράνειά τις ἄν εἴη καὶ ἔρανος δι’ ἀπορίαν τῷ προσπορισαμένῳ οὐκ ἀπὸ τῶν ἰδίων ἀλλ᾿ ἐξ ὑποκειμένων ἀλλοτρίων ; ὅπως τὸ ἴδιον ὑποστήσεται δημιούργημα.