Panarion (Adversus Haereses)
Epiphanius
Epiphanius. Epiphanius, Volume 1-3. Holl, Karl, editor. Leipzig: Hinrichs, 1915-1933.
Καὶ Στωϊκοὶ μὲν φρονοῦσι περὶ θεότητος τοῦτο· φάσκουσιν εἶναι νοῦν τὸν θεὸν ἢ παντὸς τοῦ ὁρωμένου κύτους, οὐρανοῦ δέ φημι καὶ γῆς καὶ τῶν ἄλλων, ὡς έν σώματι ψυχήν.
μερίζουσι δὲ οἱ αὐτοὶ τὴν μίαν θεότητα εἰς πολλὰς μερικὰς οὐσίας, εἰς ἥλιον καὶ σελήνην καὶ ἄστρα, εἰς ψυχὴν καὶ ἀέρα καὶ τὰ ἄλλα·
μεταγγισμούς τε ψυχῶν * καὶ μετενσωματώσεις ἀπὸ σώματος εἰς σῶμα, καθαιρομένων <ψυχῶν ἀπὸ> σωμάτων ἠδ᾿ αὖ πάλιν εἰσδυουσῶν καὶ ἀνάπαλιν γεννωμένων, διὰ πολλῆς αὐτῶν πλάνης ταύτην τὴν ἀσέβειαν παρυφαίνοντες. μέρος δὲ θεοῦ καὶ ἀθάνατον τὴν ψυχὴν ἡγοῦνται.