Panarion (Adversus Haereses)
Epiphanius
Epiphanius. Epiphanius, Volume 1-3. Holl, Karl, editor. Leipzig: Hinrichs, 1915-1933.
Καὶ ὅρα πῶς ἐξ αὐτῶν τῶν παρ᾿ αὐτοῖς λεγομένων ὁ ἔλεγχος πρὸς αὐτοὺς ῥηθήσεται. φάσκει γὰρ ἡ λεγομένη παρ᾿ αὐτοῖς Μαξί- [*](2 Ι Joh. 4, 1 — 3 I Joh. 2, 18 ff — 8 f vgl. I Tim. 4, 1 — 11 vgl. den Anonymus bei Eusebius h. e. V 17, 4; S. 470, 21 ff Schwartz τοὺς ἀπὸ Μοντανοῦ καὶ τῶν γυναικῶν τίνες παρ᾿ αὐτοῖς διεδέξαντο, δειξάτωσαν· δεῖν γὰρ εἶναι τὸ προφητικὸν χάρισμα ἐν πάσῃ τῇ ἐκκληςίᾳ μέχρι τῆς τελείας παρουςίας ὁ ἀπόστολος ἀξιοῖ. ἀλλ᾿ οὐκ ἄν ἔχοιεν δεῖξαι τεσσαρεσκαιδέκατον ἤδη που τοῦτο ἔτος ἀπὸ τῆς Μαξιμόλλης τελευτῆς) [*](M U) [*](3 τοῦ < U | καὶ < U 5 ἐξελήλυθον U 7 οὗτοι] ὅτι U 8 τῇ] ἐξ Μ 9 μυθολογίας U 11 ὑπ᾿ αὐτῶν] ἑαυτῶν U 14 δὲ < Μ | ἁγίαις ἐκκλησίας M 15 ἐπροφήτευσαν Μ | * etwa <ἀπὸ τότε> *; gemeint ist: von der apostolischen Zeit an, vgl. Z. 17 f 16 ἄρα] ἀλλὰ U | ἐπροφήτευσαν Μ 17 * <αἱ προφητεύσασαι> * 22 ἀπὸ1 + τοῦ U | δαιμόνων U 23 φαντᾶσαι U 24 ὅρα πῶς *] ὅπως M U 25 παρ᾿ αὐτοῖς λεγομένη U)
ἰδοὺ δὲ ἐκ πανταχόθεν φαίνεται τὸ ἅγιον πνεῦμα καὶ τὰ πνεύματα τῆς πλάνης· ὅσα γὰρ οἱ προφῆται εἰρήκασι καὶ μετὰ συνέσεως παρακολουθοῦντες ἐφθέγγοντο, καὶ ἐτελέσθη τὰ παρ᾿ αὐτῶν εἰρημένα καὶ ἔτι πληροῦται.
αὔτη δὲ εἶπε μετ᾿ αὐτὴν εἶναι συντέλειαν, λειαν, καὶ οὔπω συνετελέσθη, μάλιστα τοσούτων βασιλέων γενομένων καὶ τοσούτου χρόνου ὑπερβεβηκότος.
ἔτη γάρ εἰσιν ἔκτοτε πλείω ἐλάσσω διακόσια † ἐνενήκοντα ἕως τοῦ ἡμετέρου χρόνου, δωδεκάτου ἔτους Οὐαλεντινιανοῦ καὶ Οὐάλεντος καὶ <ὀγδόου> Γρατιανοῦ βασιλείας, καὶ οὔπω ἡ συντέλεια κατὰ τὴν αὐχήσασαν ἑαυτοὴν προφήτιδα, μὴ γνοῦσαν μηδὲ τὴν ἡμέραν τῆς αὑτῆς τελευτῆς.
καὶ ἰδεῖν ἔστι πῶς πάντες οἱ ἀπὸ τῆς ἀληθείας ἑαυτοὺς ἀπαλλοτριώσαντες, ὅτι οὐκ ἑν εὐσταθείᾳ τινὶ λόγου μεμενήκασιν, ἀλλ᾿ ὡς νήπιοι ὑπὸ τοῦ ἀεὶ πλανῶντος ὄφεως παραπεπλεγμένοι εἰς ἀπώλειαν ἑαυτοὺς ἐκδεδώκασι καὶ εἰς τὸ γενέσθαι κατάβρωμα τοῦ λύκου ἔξω τῆς μάνδρας εὑρεθέντες παρελκυσθῆναί <τε> καὶ οὕτως ἀπολέσθαι, μὴ μάνδρας τοῦντες τὴν ἀρχήν, ἀλλὰ καταλείψαντες τὴν ἀλήθειαν, ἐν ναυαγίῳ ἐαυτοὺς καὶ ἐν κλύδωνι τῆς πάσης πλάνης παραδεδώκασιν.