Panarion (Adversus Haereses)
Epiphanius
Epiphanius. Epiphanius, Volume 1-3. Holl, Karl, editor. Leipzig: Hinrichs, 1915-1933.
καὶ ὡς ἐκεῖνος δι᾿ οἶνον ἐγυμνώθη μηδὲν ἀδικηθείς, οὕτως οὗτος μᾶλλον διὰ πεῖναν καὶ ἀπληστίαν τὰ πρωτοτόκια ἀπολέσας [μᾶλλον] ὑπὲρ τὸν οἶνον ἠδίκηται. καὶ οὐδὲν ἰσχύει ἐγγὺς τῆς ἀληθείας παραπεποιημένη λέξις οὐδὲ μυθώδης τις ἐπινενοημένη δραματουργία.
3. Σεμνύνονται δὲ δῆθεν ἐγκράτειαν, σφαλερῶς τὰ πάντα ἐργαζόμενοι, μέσον γυναικῶν εὑρισκόμενοι καὶ γυναῖκας πανταχόθεν ἀπατῶντες, γυναιξὶ δὲ συνοδεύοντες καὶ συνδιαιτώμενοι καὶ ἐξυπηρετούμενοι ὑπὸ τῶν τοιούτων, ἔξω μὲν τῆς ἀληθείας ὄντες, »μόργωσιν μόνον κεκτημένοι, τὴν δὲ δύναμιν αὐτῆς τῆς εὐσεβείας ἠρνημένοι«.
οἵου γὰρ ἄν τις ἔργου καταλείψῃ μέρος, τὸ πᾶν πλήρωμα ἀφῆκεν διὰ τοῦ ἑνὸς μέρους τοῦ καταλελειμμένου. ὅθεν τὰ παρ᾿ αὐτοῖς μυστήρια δι᾿ ὕδατος μόνον γίνεται, οὔτε μυστήρια ὄντα, ἀλλὰ κατὰ μίμησιν τῶν ἀληθινῶν [τὰ] ψευδῆ γινόμενα.
ὅθεν καὶ ἐν τούτῳ ἐλεγχθήσονται ἀπὸ τοῦ εὐθέος τοῦ σωτῆρος λόγου τοῦ λέγοντος »οὐ μὴ πίω ἀπὸ τοῦ γεννήματος τούτου τῆς ἀμπέλου ταύτης, ἕως ἂν πίω αὐτὸ καινὸν ἐν τῇ βασιλείᾳ τῶν οὐρανῶν μεθ᾿ ὑμῶν«.