Panarion (Adversus Haereses)
Epiphanius
Epiphanius. Epiphanius, Volume 1-3. Holl, Karl, editor. Leipzig: Hinrichs, 1915-1933.
2. Εἰ γὰρ κέχρηνται παλαιᾷ καὶ νέᾳ διαθήκῃ, πῶς ἀρχαὶ διάφοροι εὑρεθήσονται, τῶν δύο διαθηκῶν συμφωνουσῶν περὶ μιᾶς * θεότητος τὴν γνῶσιν κηρυττουσῶν;
εἰ δὲ καὶ νεκρῶν εἴη ἀνάστασις, πῶς ἔτι ὁ σεμνὸς γάμος τοῦ διαβόλου εὑρεθήσεται; ὁπότε θεὸς λέγει »αὐξάνεσθε καὶ πληθύνεσθε«, καὶ τοῦ κυρίου ἐν τῷ εὐαγγελίῳ λέγοντος »ὅ ὁ θεὸς συνέζευξεν, ἄνθρωπος μὴ χωριζέτω« καὶ τοῦ ἀποστόλου φάσκοντος »τίμιος ὁ γάμος καὶ ἡ κοίτη ἀμίαντος«.
ἀλλὰ ἐλεγχόμενοι βλασφημοῦσι τοῦτον μεθυστὴν καλοῦντες, εἰς ἑαυτῶν δὲ γνώμην καὶ παράστασιν μυθολογίας κατὰ τῶν πινόντων τὸν οἶνον ἐπιλαμβάνονταί τινα θηρολεκτοῦντες καί φασιν ἐκ τοῦ πονηροῦ τὸ τοιοῦτον εἶδος εἶναι· »ἔπιε, γάρ φησι, Νῶς ἀπὸ τοῦ οἴνου καὶ ἐγυμνώθη, καὶ Λώτ, φηςί,
μεθυσθεὶς θυγατράσιν ἰδίαις κατὰ ἄγνοιαν συνεμίγη καὶ διὰ μέθης γέγονεν ἡ μοσχοποιία· καί φησιν ἡ γραφή· τίνι θόρυβος; τίνι μάζαι; τίνι ἀηδίαι καὶ λέσχαι; τίνι συντρίμματα διὰ κενῆς; τίνος πελιδνοὶ οἱ ὀφθαλμοί; οὐ τῶν χρονιζόντων ἐν οἴνοις, οὐ τῶν ἐξιχνευόντων ποῦ πότοι γίνονται;«