Panarion (Adversus Haereses)

Epiphanius

Epiphanius. Epiphanius, Volume 1-3. Holl, Karl, editor. Leipzig: Hinrichs, 1915-1933.

διὸ δὴ μυθολογῶν εἰς παράστασιν τὴς αὐτῶν ληρῳδίας τὸ ὀφιείκελον τῆς ἀμπέλου περιφερὲς <βούλεται> ἐκτυποῦν, λέγων διὰ τὸ σκαληνὸν τοῦ φυτοῦ εἶναι αὐτὸ ὄφεως δίκην· καὶ τὴν μὲν λευκὴν εἶναι ὡς ὄφιν, τὴν δὲ μέλαιναν ὡς δράκοντα.

εἶναι δὲ καὶ τοὺς ῥᾶγας τῆς ἀμπέλου ὥσπερ ἰοῦ ῥαθάμιγγας εἴτουν σταγόνας, δαὶ τὸ κυκλοειδὲς ἤ τὸ μείουρον καὶ διαμφὲς ἑκάστον ῥωγὸς στρογγυλώσεως.

τὸν δὲ οἶνον ἐκ τῆς ὑποθέσεως ταύτης ὄντα τὸν νοῦν θολοῦν τῆς ἀνθρωπότητος καὶ πῆ μὲν εἰς θέλξιν ἀφροδισίων ἄγειν, πῆ δὲ εἰς οἶστρον ἐγείρειν, ἠδ’ αὖ πάλιν ὀργὴν ἐμποιεῖν διὰ τὸ κεπφοῦσθαι τὸ σῶμα ἐκ τῆς ἀπὸ τοῦ οἴνου δυνάμεως καὶ τοῦ ἰοῦ τοῦ προειρημένου δράκοντος. ὅθεν ἀπέχονται οἴνου παντελῶς οἱ τοιοῦτοι.

2. Φάσκουσι δὲ καὶ τὴν γυναῖκα εἶναι ἔργον τοῦ Σατανᾶ, καθάπερ καὶ οἱ Ἀρχοντικοὶ τοῦτο ἔφασαν. διὸ τοὺς γάμῳ πλησιάζοντας τοῦ Σατανᾶ τὸ ἔργον πληροῦν λέγυσιν.

ἀλλὰ καὶ τοῦ ἀνθρώπου τὸ μὲν ἥμισυ εἶναι τοῦ θεοῦ, τὸ δὲ ἥμισυ τοῦ διαβόλου. ἐπ’ ὀμφαλοῦ γὰρ καὶ ἀνωτάτω εἶναι τῆς τοῦ θεοῦ δυνάμεως λέγει τὴν πλάσιν, ἀπὸ δὲ ὀμφαλοῦ καὶ κατωτάτω τῆς πονηρᾶς ἐξουσίας τὴν πλάσιν.

διόπερ φηςὶ πάντα τὰ καθ’ ἡδονὴν καὶ οἶστρον καὶ ἐπιθυμίαν ἀπ’ ὀμφαλοῦ καὶ κατωτάτω γίνεσθαι. ἀλλὰ καὶ αἱ ἄλλαι αἱρέσεις τοῦτο ἔφασαν εἶναι.

[*](2 vgl. Plutarch de Is. et Os. e. 6; 353 B ἐξ ὧν (sc. τῶν πολεμησάντων ποτὲ τοῖς θεοῖς) οἴονται πεσύντων καὶ τῇ γῇ συμμιγέντων ἀμπέλους γενέσθαι· διὸ καὶ τὸ μεθύειν ἔκφρονας ποιεῖν καὶ παραπλῆγας, ἅτε δὴ τῶν προγόνων τοῦ αἵματος ἐμπιπλαμένους, auch Hippolyt über die Sethianer refut. V 19, 13ff; S. 118, 25ff Wendland insbes. S. 120, 8ff Epiphanius bei den Nikolaiten Panarion haer. 25, 5, 3; I 273, 5ff (auch bei den Archontikern haer. 40, 5, 3; II 85, 19ff), dazu Bousset, Hauptprobleme der Gnosis S. 103ff — 16ff nach Panarion haer. 40, 5, 3f; II 85,19ff haben die Archontiker nur gesagt, daβ der Satan sich mit Eva vermischt und)[*](aus ihr den Kain und Abel erzeugt hätte)[*](M U)[*](11f ὀμιείκελλον U 3 τὸ σπέρμα Öh.] τοῦ σπέρματος MU 5 αὐτῶν wohl micht in αὐτοῦ zu ändern, vgl. den Wechsel von λέγει und λέγουσιν in Z. 18 u. 20| <βούλεται> * 7 μέλαινα U 8 zu τοὺς ῥᾶγας vgl. Usener, der h. Tychon S. 51 13 κιμφοῦσθαι Μ κιμπφοῦσθαι U 19 εἶναι τοῦ — ἥμισυ2 <Μ 21 κατωτάτου Μ)
201

3. Ὅθεν καὶ οὗτος ἁλίσκεται κατὰ πάντα τρόπον τοῖς ἄλλοις ἐπακολουθῶν ἀγύρταις τοῖς τὰ δηλητήρια τῷ βίῳ κατασκευάσασιν. ἀνατραπήσεται γὰρ ῥᾳδίως· οὐ γὰρ παμπόλλου ἐπικεηθήσεται καμάτου ἡ πρὸς αὐτὸν ἀνατροπή.