Panarion (Adversus Haereses)
Epiphanius
Epiphanius. Epiphanius, Volume 1-3. Holl, Karl, editor. Leipzig: Hinrichs, 1915-1933.
εἰ γὰρ ἐνηνθρώπησεν, οὐ μόνον σάρκα [*](2 Gen. 1, 26–8 vgl. Ancor. 15, 7; I 24, 4ff Panarion haer. 23, 5, 2; I 253, 11 – 16 Gen. 1, 26–20 vgl. Gen. 2, 7 – 2 – 24 Joh. 1, 1–3) [*](V M) [*](18 φανερὸς aus φανερῶς V corr 19 πεποιηκὼς, ω aus o V corr 24 πάντα * 28 πλασθεῖσαν, εῖ und αν auf Rasur V corr | συνενωθεῖσαν, αν auf Rasur V corr)
τὴν πᾶσαν τοίνυν πραγματείαν ἀναδεξάμενος, τὴν ῤηθεῖσαν ὑπὸ τοῦ δημιουργοῦ εἰκόνα, πᾶσαν † πραγματείαν ἀνεδέξατο, ἐν τῷ σώματι καὶ ψυχῇ
ἐλθὼν ὁ Λόγος καὶ ἐν ὁποίοις ἅπαςίν ἐστιν ὁ ἄνθρωπος. τούτων δὲ οὕτως τελεσθέντων ἐξ ἅπαντος ἠμαύρωταί σου τὸ δηλγτήριον, καὶ ἔπεςέν σου ἡ στάσις ἡ ἀθεμελίωτος, μὴ ἔχουσα πῆξιν ἑδραιώματος ἀληθείας.
5. Εἰ δὲ καὶ ἃ βούλει λαμβάνεις άπὸ τῆς θείας γραφῆς καὶ ἃ βούλει καταλιμπάνεις, ἄρα γοῦν κριτὴς προεκάθισας, οὐχ ἑρμηνευτὴς [*](Ö 700) τῶν νόμων ἀλλὰ ἐκλγεὺς τῶν οὐ κατὰ τὸν νοῦν σου ργαφέντων, ἀλλὰ ὄντων μὲνἀλξρινῶν παρὰ σοὶ δὲ μεταποιηθέντων ψευδῶς κατὰ τὸν νοῦν τῆς σοῦ ἀπάτης καὶ τῶν ὑπὸ σοῦ ἠπατημένων.
εἰ δὲ καὶ ὅλως κατὸ ποιητὴς τὰ ἐνταῦθα εἰργάσατο, φημὶ δὲ τὸν κόσμον, τίνος ἕνεκα ἦλθεν ὁ ἀπὸ ἀγαθοῦ7 πατρὸς εἰς τόνδε τὸν αἰῶνα; καὶ εἰ μὲν ἵνα σώσῃ ἀνθρώπους, ἄρα τῶν ἰδίων ἐπεμελήσατο καὶ οὐκέτι ἄλλος εἴη ὁ δημιουργός·