Panarion (Adversus Haereses)

Epiphanius

Epiphanius. Epiphanius, Volume 1-3. Holl, Karl, editor. Leipzig: Hinrichs, 1915-1933.

παλαιᾷ διαθήκῃ, καὶ ὡς αὐτὸς ὁ κύριος ἡμῶν ὁμολογεῖ τὸ ποίημα τοῦ κόσμου εῖναι ἴδιον καὶ αὐτοῦ, καὶ τοῦ πατρὸς εἶναι τὴν κτίσιν, ὥς γε μάλιστα συνελόντι φράσαι κορυφαιότατόν τι ῥῆμα παρὰ τῷ ἁγίῳ Ἰωάννῃ εἰρημένον, τό »ἐν ἀρχῇ ἦν ὁ λόγος, καὶ ὁ λόγος ἦν πρὸς τὸν θεόν, καὶ θεὸς ἦν ὁ λόγος. πάντα δἰ αὐτοῦ ἐγένετο, καὶ χωρὶς αὐτοῦ ἐγένετο οὐδὲ ἓνὃ γέγονε« καὶ τὰ ἑξῆς.

2. Ἀλλά γε ὁ τοιοῦτος εὐθὺς ἀνατραπήσεται. εἰ γὰρ καὶ βούλοιτο λέγειν ὅτι ἀντιθέσεως χάριν καὶ καθαιρέσεως τῶν ὑπὸ τοῦ δημιουργοῦ ἐνταῦθα γενομένων ἡ τοῦ γάμου αὐτῷ συνάφεια ἀθετεῖται, ἵνα μὴ τῷ δημιουργῷ συμπράζειεν, ὥστε ἀπέχεσθαι παντάπασι τοῦ ἔργου τοῦ δημιουργοῦ, πῶς οὑχὶ ἄλογος αὐτῷ ἡ ὑπόνοια καὶ φωρατὴ καὶ εὐθυέλεγκτος;

ἰδοὺ γὰρ ἀπὸ τῆς κτίσεως καὶ τῆς τοῦ διημιουργοῦ δημιουργίας καὶ τῶν ἐδωδῶν καὶ τῶν ἀμφίων [καὶ] τὴν χρῆσιν πομάτων τε καὶ βρωμάτων΄μέτεισιν ὁ μόης κξαὶ ὀ ἀγύρτης καὶ ἄλλως οὑ δυνήσεται ἐκφυγεῖν καὶ μὴ οὐχὶ τούτοις χρῆσθαι.

θεὸς γὰρ ὁ πάντων δεσπότης καὶ δημιουργὸς πάντων ἐπιμελόμενος καὶ ἐπὶ τοῦς πονηροῦς κ αὶ ἀγαθοὺς ἀνατέλλει αὐτοῦ τὸν ἤλιον, καὶ ἐπὶ τοὺς αὐτὸν βλασφημοῦντας καὶ ἐπὶ τοὺς αὐτὸν δοξάζοντας πέμπει αὐτοῦ τὸν ὑετὸν καὶ πάντας τρέφει,

οὐκ ἀλόγῳ τινὶ καὶ ἀναισθήτῳ ὁρισμῷ, ἀλλὰ ἐκδικίᾳ τῇ παρ᾿αὐτοῦ ὁρισθείσῃ ἐν τῇ μελλούσῃ κρίσει μακροθυμων καὶ ὁρισμοῖς ἰδίοις καὶ σοφίᾳ, ἵν᾿οἱ μετανοήσαντες τῆς παρ᾿αὐτοῦ ἀμηνστίας τυχόντες τὸ σωτήριον | κτήσοιντο.

εἰς δὲ ἐπιμένοιεν ταῖς αὐτῶν βλασφήμοις ὑπονοίαις καὶ ματαιοφροσύναις, ταῖς μὴ ἐκ θεοῦ αὐτοῖς δοθείσαις, τὸ τηνικαῦτα μετὰ τὴν ἐντε[θεν ἀπαλλαγήν, τοῦ αὐτεξουσίου μηκέτι αὐτοῖς συμπαραμένοντος,* ἀλλὰ οὔτε διὰ θυμὸν αὐτοῖς τὴν τότε ἐσομένην κρίσιν οὔτε ὡς ἐν ὁργῇ ἐπιφέρων τὰ ἐσόμενα*,—

ὅλα γὰρ προεθέσπισεδιὰ | τὴν οὑκ εἴσω παθῶν [*](7 Joh. 1, 1. 2b - 20 vgl. Matth. 5, 45) [*](V M) [*](2 ἐπιστάτην + <γενομένης>?* 5 [καὶ1]?* 13 γενομένων *]λεγομένων V M 17 [καὶ]* 17f τὴν χρῆσιν*]τῆς χρήσεως V M (χρήσεως aus χρίσεως V corr χρίσεως Μ) 26 πρέπον U] πρέπων VM 27 ἀμνηστείας V M 28 βλασφημίαις 30* etwa <δικαίως αὐτοὺς ἐκδικήσει>* 32* etwa <κολαστήρια>*)

189
περιεχομένην αὐτοῦ θεότητα —, ἀλλὰ δι᾿ ἣν ἕκαστος τῶν * ἐπὶ βλάβῃ ἑαυτοῦ τι ἐργαζόμενος ἑαυτῷ παραίτιος γεγένηται *, τοῦ θεοῦ ἀναιτίου ὄντος τῆς καθ’ ἡμᾶς παρεκτροπῆς τε καὶ τῆς ἐκ ταύτης καθ’ ἡμῶν μελλούσης ἔσεσθαι καταδίκης.

Ἐν ἅπασιν οὖν καὶ οὗτος φωραθήσεται, ταῖς πρότερον καὶ μετέπειτα ἐγκαταμιχθεὶς αἱρέσεσιν, ἐκ τοῦ ἀριθμοῦ »τῶν τῆς ἀπωλείας τέκνων« ὑπάρχων, δηλούσης τῆς ἀληθείς καὶ τοῦ φωτὸς τοῦ εὐαγγελίου, φωτεινῶς τὴν πᾶσαν οἰκουμένην καταυγάζοντος καὶ σῴζοντος τοὺς υἱοὺς τῆς ἀληθινῆς πίστεως ἐν ἀληθείᾳ.

ὡς οὖν ἐκ συντόμου † σκοποῦ ὄφιν παρακύψαντα διὰ μικροῦ τινος σκεύους ἀνελόντες θανατωθεῖσάν <τε> ταύτην καταλελοιπότες ἐπὶ τὰς ἑξῆς ἴωμεν κατὰ τὴν ἐπαγγελίαν, τὴν τοῦ θεοῦ συμπαραλαβόντες βοήθειαν εἰς τὸ παραστῆσαι τὴν αὐτοῦ ἀλήθειαν.

1. Τοῦτον τὸν προειρημένον Λουκιανὸν διαδέχεται Ἀπελλῆς, οὐχ ὁ ἅγιος ἐκεῖνος ὁ ὑπὸ τοῦ ἁγίου ἀποστόλου συνιστώμενος, ἀλλ’ ἕτερος ἐξ οὗπερ Ἀπελληϊανοί, ὢν καὶ αὐτὸς συσχολαστὴς αὐτοῦ Λουκιανοῦ καὶ μαθητὴς τοῦ προειρημένου Μαρκίωνος, ὡς ἐκ μιᾶς ῥίζης πολλῶν ἀκανθῶν ὑλομανήσασαι παραφυάδες.

ἕτερα δὲ οὗτος [*](6 vgl. Joh. 17, 12 — 15 ff zur Darstellung des Epiph. vgl. insbesondere Rhodon bei Eusebius h. e. V 13,2 u. 5 ff; S. 454, 22 ff u. 456, 11 ff Schwartz Tertullian de praescr. 30. 33. 34 adv. Marc. III 11 IV 17 de carne Chr. 1. 6—8. 24 de resurr. carn. 2. 5 de anima 23. 36. Hippolyt refut. VII 38; S. 224, 1 ff Wendland u. X 20; S. 280, 17ff Ps. Tertullian adv. omn. haer. 6 Filastrius haer. 47 — 16 vgl. Röm. 16, 10 — 19ff vgl. Tertullian adv. Marc. IV 17 Marcionis de discipulo emendator de carne Chr. 1 Apelles discipulus et postea desertor ipsius und Filastrius haer. 47, 1f; S. 24, 21 ff Marx interrogates a quibusdam quomodo de fide sentiret, respondit: non mihi opus est di<s> cere a Marcione,ut duo princia adseram coaeterna; ego enim unum principium esse praedico Apelles bei Anthimus v. Nikomedien (stdi e testi V 98) ψεύδεται Μαρκίων λέγων εἶναι ἀρχὰς δύο· ἀγὼ δέ φημι μίαν, ἥτις ἐποίησε δευτέραν ἀρχήν) [*](V M) [*](1 * <ἀδίκων> * 2 * etwa < καταδίκης πονηρίαν > * 6 ἐγκαταμιχθεὶς aus ἐγκαταμειχθὴς V 7 δηλούσης + <τοῦτο>? * 8f καὶ σῴζοντος < Μ 10 † σκοποῦ] lies wohl ἐκ τῆς ὀπῆς * 11 <τε>* 13 Unterschrift κατὰ Λουκιανιστῶν V M 14 κατὰ Ἀπελληϊανῶν, εἰκοστὴ τετάρτη ἡ καὶ μݲδݲ V M 16 συνιστάμενος Μ)

190
παρὰ τοῦς ἄλλους βούλεται δογματίζειν καὶ κατὰ μὲν τοῦ ἑαυτοῦ διδασκάλου ὁπλιςάμενος ἑαυτὸν καὶ κατὰ τῆς ἀληθεῖας, εἰς τὸ συναγείρειν ἑαυτῷ καὶ αὐτὸς σχολὴν πεπλανημένων ἀνθρώπων, τὰ τοιαῦτα βούλεται δογματίζειν, φάσκων μὲν ὅτι οὐχ

οὕτως, φηςί, γεγένηται, ἀλλὰ πεπλάνηται Μαρκίων, ἵνα πανταχόθεν ἑαυτῆν ἐλέγχουςά τε ἡ ἄνοια καὶ ἡ ἀνομία ἐν ἑαυτῇ συντριβομένη φανήσεται καὶ καθ’ ἑαυτῆς τὴν ἀνατροπὴν ἐπεγείρουσα, τῆς ἀληθίας ἀεὶ ἑδραίας οὔσης καὶ μὴ χρείαν ἐχούσης βοηθείας, ἀλλὰ αὐτοσυστάτου οὔσης καὶ παρὰ θεῷ τῷ ὄντως <ὄντι> ἀεὶ συνιστωμένης.