Panarion (Adversus Haereses)
Epiphanius
Epiphanius. Epiphanius, Volume 1-3. Holl, Karl, editor. Leipzig: Hinrichs, 1915-1933.
εἰ δὲ καὶ ἥσσων τῇ δυνάμει ἐστίν, οὐκέτι εὑρεθήσεται ἡ δημιουργία συνεστῶσα, ἀλλ’ ἐξέλιπεν ἔκπαλαι, ἀναρπαζομένη καθ᾿ ἑκάστην ἡμέραν ὑπό τε τοῦ πονηροῦ εἰς τὸ ἴδιον μέρος καὶ ὑπὸ τοῦ ἀγαθοῦ εἰς τὰ ἄνω. καὶ πῶς ἔτι ἡ δημιουργία σταθήσεται;
εἰ δὲ ὅτι χρόνω λήξει λέγεις καὶ δυνατὸν ταύτην ὅλως λήγειν διὰ τῆς τοῦ ἀγαθοῦ ἐπιμελείας, οὐκοῦν ὁ ἀγαθὸς αἴτιος τῆς βλάβης ἔσται ὁ μὴ πάλαι ποιήσας, ὅπερ ὕστερον ἀγαθὸν ἔδοξεν ἐπιτελεῖν, μήτε μὴν πεποιηκὼς ἀπὸ τῶν ἀνέκαθεν, πρὶν ἢ τοὺς πλείους ἀδικηθῆναι καὶ ἐν καθέζει αὐτοὺς γενέσθαι τοῦ κριτοῦ καὶ κάτω μεμενηκέναι;
8. Πάλιν δὲ τὰ τῆς θείας γραφῆς οὐκ ὀρθῶς νοῶν προφέρει καὶ τοὺς ἀκεραίους ἐξαπατᾷ διαστρέφων τὸ τοῦ ἀποστόλου ῥητόν, ὅτι »Χριστὸς ἡμᾶς ἐξηγόρασεν ἐκ τῆς κατάρας τοῦ νόμου, γενόμενος ὑπὲρ ἡμῶν κατάρ« καί φησιν· εἰ ἦμεν αὐτοῦ, οὐκ ἂν τὸ ἠγόραζεν·
ἀγοράσας δὲ εἰς ἀλλότριον κόσμον ἦλθεν ἡμᾶς ἐξαγοράσαι τοὺς οὐκ ὄντας αὐτοῦ. ποίημα γὰρ ἦμεν ἑτέρου καὶ διὰ τοῦτο ἡμᾶς αὐτὸς ἠγόραζεν εἰς τὴν ἑαυτοῦ ζωήν.
ἀγνοεῖ δὲ ὅλως ὁ ἠλίθιος ὅτι οὔτε Χριστὸς κατάρα γεγένηται μὴ γένοιτο), ἀλλὰ τὴν κατάραν τὴν διὰ τὰς ἁμαρτίας ἡμῶν ἀφεῖλεν, ἑαυτὸν σταυρώσας καὶ γενόμε- [*](26 Gal. 3, 13 — 26ff vgl. Adainantius de recta in deum fide I 26; S. 52, 10ff van de Sande Bakhuyzen δῆλον οὖν ὅτι ἀλλοτρίους· ἰδίους γὰρ οὐδείς ποτε ἀγοράζει· ἀγοράζει γὰρ ἀλλοτρίους οὐκ ἰδίους) [*](V Μ 2 ὁριο///γνώμων, ν ausradiert Vcorr ὁριονγνώμων Μ 3 ἵνα μὴ Dind.] εἰ δὲ μὴ V M 4 ἀποστέλλοι Dind.] ἀποστέλλει V Μ 5 lies wohl <ὁ> πείσας u. τέταρτος εὑρεθήσεται * 10 † χώραις τε καὶ χώροις] etwa ἀεὶ ἐνεργῶν χώροις * 17 πῶς *] ποῦ V M 18 ὅτι nachgetragen V corr 22 ἐγκαθέξει, γ auf Rasur statt ν V corr ἐγκαθέξει M 30 ὅλως < V 32 τὰς*] τῆς V M; vgl. S. 104, 1)
οὕτω καὶ τὸ »ἐξηγόρασεν« *. οὐκ εἶπεν »ἠγόρασεν«· οὔτε γὰρ εἰς ἀλλότριον ἦλθεν ἁρπάσαι ἢ ἀγοράσαι. εἰ γὰρ ἠγόρασεν, μὴ ἔχων ἠγόρασε καὶ ὡς πτωχὸς ἃ μὴ εἶχεν ἐκτήσατο.