Panarion (Adversus Haereses)
Epiphanius
Epiphanius. Epiphanius, Volume 1-3. Holl, Karl, editor. Leipzig: Hinrichs, 1915-1933.
δίδωσι καὶ ἐπιτροπὴν γυναιξὶ βάπτισμα διδόναι. παρ’ αὐτοῖς γὰρ πάντα χλεύης ἔμπλεα καὶ οὐδὲν ἕτερον, ὁπότε καὶ τὰ μυστήρια ἐνώπιον κατηχουμένων ἐπιτελεῖν τολμῶσιν.
μῶσιν. ἀνάστασιν δὲ ὡς εἶπον οὗτος λέγει οὐχὶ σωμάτων, ἀλλὰ ψυχῶν καὶ σωτηρίαν ταύταις ὁρίζεται, οὐχὶ τοῖς σώμασιν. καὶ μεταγγισμοὺς ὁμοίως τῶν ψυχῶν καὶ μετενσωματώσεις ἀπὸ σωμάτων εἰς σώματα φάσκει.
5. Πανταχόθεν δὲ πίπτει ἡ αὐτοῦ ματαία κενοφωνία, ὡς ἤδη μοι ἐν ἄλλαις αἱρέσεσι πεπραγμάτευται. πῶς γὰρ ἀναστήσεται ἡ μὴ πεπτωκυῖα ψυχή; ἀνάστασις δὲ πῶς αὐτῆς κληθήσεται, τῆς μὴ πεσούσης ψυχῆς;
πᾶν γὰρ τὸ πῖπτον ἀναστάσεως δεῖται· πίπτει δὲ οὐχὶ ψυχή, ἀλλὰ σῶμα. ὅθεν καὶ δικαίως πτῶμα αὐτὸ ἡ συνήθεια εἴωθεν καλεῖν καὶ αὐτὸς ὁ κύριος εἰπὼν ὅτι »ὅπου πτῶμα, ἐκεῖ συναχθήσονται οἱ ἀετοί«.
καὶ γὰρ ἐν τοῖς μνήμασιν οὐ κατακλείομεν ψυχάς, ἀλλὰ σώματα κατατιθέαμεν ἐν γῇ καταχώσαντες, ὧν ἡ ἀνάστασις εἰς ἐλπίδα ἔχει τὸ κήρυγμα, καθάπερ ὁ τοῦ σίτου κόκκος·
ὡς καὶ ὁ ἄγιος ἀπόστολος τὴν μαρτυρίαν ἤνεγκεν περὶ τοῦ κόκκου τοῦ σίτου καὶ τῶν ἄλλων σπερμάτων καὶ αὐτὸς δὲ ὁ κύριος ἐν τῷ εὐαγγελίῳ ὅτι ἐὰν μὴ πεσὼν ὁ κόκκος τοῦ σίτου ἀποθάνῃ,