Panarion (Adversus Haereses)

Epiphanius

Epiphanius. Epiphanius, Volume 1-3. Holl, Karl, editor. Leipzig: Hinrichs, 1915-1933.

ἀλλ᾿οὐχ οὕτως ἔχει ὡς ὁ τούτου κενοφωνούμενος μυθώδης λόγος *. οὔτε γὰρ τρεῖς ἀρχαὶ οὕτε [*](1 vgl. Luk. 7, 37ff - 7 Gal. 6, 10) [*](V M) [*](2 πορνείας]πονηρίας V |<ἄλλα>* | διότι * ]θεὸς VM 7 ὡς nachgetragen V corr 9 προστέθεικα aus προστέθηκα V corr 14f κατηγορήσει <ς>* 16 δυνηθέντος + <ἄλλως>?* |παρ᾿αὐτῶ1 VM 17 κατὰ τὸν am Rand nachgetragen V corr 23[πρῶτον]* 29 <αἰτία>* 31 * etwa <περιέχει>*)

186
ἄλλος πατὴρ Χριστοῦ οὐδὲ κακίας ἐστὶ γέννημα.

μὴ γένοιτο.φησὶ γάρ »ἐγὼ ἐν τῷ πατρὶ καὶ ὁ πατὴρ ἐν ἐμοί«. καὶ εἰ μὲν νόθως λέγει πατέρα ἔχειν, οὐ δύναται αὐτοῦ ὁ νόθος πατὴρ καλούμενος ἐν αὐτῷ εἶναι οὐδὲ αὐτὸς ἐν τῷ πατρί.

ὁ δὲ κατὰ φύσιν αὐτοῦ πατέρα ἀεὶ ἀγαθὸν καὶ θεὸν ἀεὶ καὶ πάντων δημιουργόν, ἐν αὐτῷ δὲ ὅντα καὶ σὺν αὐτῷ ὑπάρχοντα διδάσκων καὶ ἀληθεύων, κατὰ τοῦ Μαρκίωνος τὴνἀπειλὴν διεξέρχεται λέγων »ὁ μὴ τιμῶν τὸν υἱὸν ὡς τιμᾷ τὸν πατέρα, ἡ ἀργὴ τοῦ θεοῦ ἐπ᾿αὐτὸν μένει«.