Panarion (Adversus Haereses)
Epiphanius
Epiphanius. Epiphanius, Volume 1-3. Holl, Karl, editor. Leipzig: Hinrichs, 1915-1933.
εἶτα καὶ γὰρ ὁ πατὴρ αὐτοῦ ψεύστης ἠν«, ἵνα εἰπῃ αὐτὸν τὸν διάβολον, διὰ τὰ ὁμοίως πεπραγματευμένα ἑκάστῳ τούτων. ἐμπνεύσας γὰρ ἐν στόματι τοῦ ὄφεως ψευδῆ πάντα λελάληκεν ὁ διάβολος καὶ οὕτως τότε ἐξηπάτησε τὴν Εὔαν.
καὶ ἀνῄρηται παρὰ τούτοις ἡ πεπλανημένη μυθοποιία, κἂν λέγῃ ἡ γραφή »ὡς ὁ Κάϊν ἀπέκτεινε τὸν ἀδελφὸν αὐτοῦ, ὅτι ἐκ τοῦ διαβόλου ἦν«. ἐδείχθη γὰρ παντάπασιν, > οὐχὶ διὰ τὸ τὴν Εὔαν, ἐκ τοῦ σπέρματος τοῦ διαβόλου συλλαβοῦσαν ὡς κατὰ συζυγίαν γάμου καὶ συνάφειαν σωμάτων, γεγεννηκέναι τὸν Κάϊν καὶ τὸν Ἄβελ, ὡς τούτοις εδοξεν, ἀλλὰ διὰ τὸ ὁμότροπον καὶ μίμημα τῆς τοῦ διαβόλου κακοτροπίας υἱὸς αὐτοῦ ἤκουσε.
7. Πάλιν δὲ λέγουσιν οἱ αὐτοὶ τὸν Ἀδὰμ συναφθέντα τῇ Εὔᾳ τῇ ἰδίᾳ γαμετῇ γεγεννηκέναι τὸν Σήθ, φύσει ἴδιον αὐτοῦ υἱόν. καὶ τότε φασὶ τὴν ἄνω δύναμιν σὺν τοῖς ὑπουργοῖς τοῦ ἀγαθοῦ θεοῦ ἀγγέλοις καταβεβηκέναι καὶ ἡρπακέναι αὐτὸν τὸν Σήθ,
ὃν καὶ Ἀλλογενῆ καλοῦσι, καὶ ἀνενηνοχέναι ἄνω που καὶ ἀναθρέψαι χρόνῳ [*](1 Job. 6, 70 — 3 Job. 8, 44 — 4 Job. 12, 6 — 8 Gen. 4, 9 — 10 II Petr. 2, 19 — 13—16 Job. 8, 44 — 20f vgl. I Job. 3, 11) [*](V M 5 εἶχεν hinter ἐβάσταζεν durcbgestricben Vcorr 8 εἰκότος M li ἐκ nacbgetragen V corr 15 πῶς nach ὅτι durcbgestricben V corr 22 > * 24 ἔδειξεν M 25 τῆς auf Rasur V corr 25f υἱὸς αὐτοῦ ἤκουσεν nachgetragen V corr 28 φύσει + <ὄντα>)
μηκέτι δὲ αὐτόν φασι λελατρευκέναι τῷ τε ποιητῇ καὶ δημιουργῷ, ἐπεγνωκέναι δὲ τὴν ἀκατονόμαστον δύναμιν καὶ τὸν ἄνω ἀγαθὸν θεόν, τούτῳ > λελατρευκέναι καὶ κατὰ τοῦ ποιητοῦ τοῦ κόσμου καὶ ἀρχῶν καὶ ἐξουσιῶν πολλὰ ἀποκεκαλυφέναι. †ᾧ δὴ καὶ βίβλους τινὰς ἐξετύπωσαν εἰς ὄνομα [*](Ö546) αὐτοῦ τοῦ Σὴθ γεγραμμένας, παρ᾿ παρ’ αἰτοῦ αὐτὰς δεδόσθαι λέγοντες, ἄλλας δὲ εἰς ὄνομα αὐτοῦ καὶ τῶν ἑπτὰ υἱῶν αὐτοῦ.
φασὶ γὰρ αὐτὸν ἑπτὰ γεγεννηκέναι > Ἀλλογενεῖς καλουμένους, ὡς καὶ ἐν ἄλλαις αἱρέσεσιν εἰρήκαμεν, Γνωστικῶν φημι καὶ Σηθιανῶν.
οὑτοι δὲ καὶ ἄλλους προφήτας φασὶν εἶναι, Μαρτιάδην τινὰ καὶ Μαρσιανόν, ἁρπαγέντας εἰς τοὺς οὐρανοὺς καὶ διὰ ἡμερῶν τριῶν καταβεβηκότας.