Panarion (Adversus Haereses)
Epiphanius
Epiphanius. Epiphanius, Volume 1-3. Holl, Karl, editor. Leipzig: Hinrichs, 1915-1933.
οὕτω καὶ οὑτοι τῆς μὲν λαγνείας καὶ πορνείας καὶ κακίας ὀρεγόμενοι εἰς τὰ πονηρὰ ἔχουσι τὴν ἑαυτῶν ἐλπίδα, πλησιάσαντες δὲ τῷ ἁγίῳ λουτρῷ καὶ τῇ εὐοδμίᾳ ἀποθνῄσκουσιν, εἰς τὸν θεὸν βλασφημοῦντες καὶ τὴν αὐτοῦ κυριότητα ἀθετοῦντες.
4. Ἐκ μιᾶς δὲ ἢ δύο μαρτυριῶν αὐτοὺς ἀνατρέψομεν. εἰ γὰρ καὶ ἀρχαὶ καὶ ἐξουσίαι εἰσὶ καλούμεναι, οὐκ ἐκτὸς θεοῦ αὑται γεγόνασι, μάλιστα ἐν τοῖς οὐρανοῖς.
οἶδεν γὰρ ἡ γραφὴ λέγειν ἀγγέλους καὶ ἀρχαγγέλους, οὐκ εἰς ἐναντιότητα τεταγμένους, ἀλλὰ »λειτουργικὰ πνεύματα εἰς διακονίαν ἀποστελλόμενα διὰ τοὺς μέλλοντας κληρονομεῖν σωτηρίαν«.
καὶ γὰρ καὶ ἐπὶ τῆς γῆς καθ᾿ ἑκάστην βασιλείαν πολλαὶ ἀρχαί, ἀλλὰ ὑπὸ ἕνα βασιλέα. »αἱ γὰρ οὖσαι ἐξουσίαι ἐκ θεοῦ τεταγμέναι εἰσίν«, ὡς λέγει ὁ ἀπόστολος· »ὥστε οὖν ὁ ἀνθιστάμενος τῇ ἐξουσίᾳ τῇ τοῦ θεοῦ διαταγῇ ἀνθέστηκεν.
οἱ γὰρ ἄρχοντες οὐκ εἰσὶ κατὰ τοῦ ἀγαθοῦ, ἀλλὰ ὑπὲρ τοῦ ἀγαθοῦ, καὶ οὐκ εἰσὶ κατὰ τῆς ἀληθείας, ἀλλὰ ὑπὲρ τῆς ἀληθείας. θέλεις δέ, φησί, τὴν ἐξουσίαν μὴ φοβεῖσθαι; τὸ καλὸν ποίει καὶ ἕξεις ἔπαινον ἐξ αὐτῆς. οὐ γὰρ εἰκῆ τὴν μάχαιραν φορεῖ· διάκονος γάρ ἐστιν εἰς αὐτὸ τοῦτο ἐκ θεοῦ τεταγμένος τῷ τὸ κακὸν πράττοντι«.
καὶ ὁρᾷς ὡς ἡ ἐξουσία αὕτη ἡ κοσμικὴ ἐκ θεοῦ τέτακται, καὶ μαχαίρας ἔλαβε τὴν ἐξουσίαν· οὐκ ἀλλαχόθεν δέ ποθεν, ἀλλὰ ἐκ θεοῦ εἰς ἐκδίκησιν. καὶ οὐ δυνάμεθα λέγειν διὰ τὸ εἶναι ἀρχὰς καὶ ἐξουσίας ἐν κόσμῳ τὸν βασιλέα τούτων μὴ εἶναι βασιλέα, ἀλλὰ εἶναι > τὰς ἀρχὰς καὶ τὰς ἐξουσίας, εἶναι δὲ καὶ τὸν τούτων βασιλέα.