Panarion (Adversus Haereses)

Epiphanius

Epiphanius. Epiphanius, Volume 1-3. Holl, Karl, editor. Leipzig: Hinrichs, 1915-1933.

Πλάτων γὰρ κατ᾿ ἐκεῖνον τὸν καιρὸν ἐγνωρίζετο καὶ οἱ πρὸ αὐτοῦ Πυθαγόρας τε καὶ Ἐπίκουρος ὁ μετέπειτα. ὅθεν δὴ ὡ.ς προεῖπον τὴν πρόφασιν εἴληφεν καὶ εἰς κατάστασιν ἠλθε τὰ πὰρ’ Ἕλλησι συγγράμματα καὶ μετὰ τοῦτον τὸν χρόνον αἱ βοώμεναι αἱρέσεις τῶν φιλοσόφων,

πρὸς ἀλλήλας τῇ μὲν πλάνῃ συνᾴδουσαι καὶ ὁμόστοιχον γνῶσιν συνυφαίνουσαι εἰδωλολατρείας τε καὶ ἀσεβείας καὶ ἀθεΐας, τῇ δὲ αὐτῇ πλάνῃ εἰς ἑαυτὰς συγκλώμεναι διαφέρονται] ἑτέρα πρὸς τὴν ἑτέραν.

Καὶ Στωϊκοὶ μὲν φρονοῦσι περὶ θεότητος τοῦτο· φάσκουσιν εἶναι νοῦν τὸν θεὸν ἢ παντὸς τοῦ ὁρωμένου κύτους, οὐρανοῦ δέ φημι καὶ γῆς καὶ τῶν ἄλλων, ὡς έν σώματι ψυχήν.

μερίζουσι δὲ οἱ αὐτοὶ τὴν μίαν θεότητα εἰς πολλὰς μερικὰς οὐσίας, εἰς ἥλιον καὶ σελήνην καὶ ἄστρα, εἰς ψυχὴν καὶ ἀέρα καὶ τὰ ἄλλα·