Panarion (Adversus Haereses)

Epiphanius

Epiphanius. Epiphanius, Volume 1-3. Holl, Karl, editor. Leipzig: Hinrichs, 1915-1933.

καὶ χρησμῶν δοθέντων ἐκ θεοῦ τῷ θεράποντι αὐτοῦ Μωυσῇ ἀριθμήσασθαι ἀπὸ εἴκοσι ἐτῶν καὶ ἕως πεντήκοντα ἄνδρας δυναμένους σπάσασθαι ῥομφαίαν καὶ λαμβάνειν ὅπλα πολεμικά, εἰς ἑξήκοντα δύο μυριάδας καὶ ἀκτακισχιλίους πεντακοσίους ηὗρεν.

ἦν δὲ κατ’ ἐκεῖνο καιροῦ Ἴναχος παρ’ Ἕλλησι γνωριζόμενος, οὗ θυγάτηρ Ἰώ, ἡ καὶ Ἀτθὶς καλουμένη, δι᾿ ἥν καὶ ἡ νῦν Ἀττική· ἐξ ἧς καὶ ὁ Βόσπορος, οὑ ἐπώνυμος πόλις Βόσπορος ἐν τῷ Εὐξείνῳ πόντῳ καλουμένη· καλοῦσι δὲ αὐτὴν Αἰγύπτιοι Ἰσιν, ἥν καὶ ὡς θεὰν προσκυνοῦσιν. ὁμώνυμος δὲ τούτῳ καὶ ποταμός ἐστιν Ἴναχος οὕτω καλούμενος.

ἐκεῖθεν ἀρχὴν ἴσχεν τὰ παρ’ Ἕλλησι μυστήριά τε καὶ τελεταί, πρότερον παρ᾿ Αἰγυπτίοις καὶ παρὰ Φρυξὶ καὶ Φοίνιξι καὶ Βαβυλωνίοιςκακῶς ἐπινενοημένα, μετενεχθένατ δὲ εἰς Ἕλληνας ἀπὸ τῆς τῶν Αἰγυπτίων χώρας ὑπὸ Κάδμου καὶ αὐτοῦ τοῦ Ἰνάχου, Ἄπιδος πρότερον κληθέντος καὶ οἰκοδομήσαντος τὴν Μἐμφιν,