Panarion (Adversus Haereses)
Epiphanius
Epiphanius. Epiphanius, Volume 1-3. Holl, Karl, editor. Leipzig: Hinrichs, 1915-1933.
καὶ ὁ τῆς παιδίσκης‘ Ἰσμαὴλ δὲ ὡς ἔφην τούτῳ ἠν ὄνομα), καταλαμβάνει δὲ οὑτος * καὶ κτίζει τὴν Φαρὰν καλουμένην ἐν τῇ ἐρήμῳ. τούτῳ παῖδες γίνονται δεκαδύο τὸν ἀριθμόν, ἐξ ὡν αἱ φυλαὶ τῶν Ἀγαρηνῶν τῶν καὶ Ἰσμαηλιτῶν, Σαρακηνῶν δὲ τανῦν καλουμένων.
γεννᾷ δὲ Ἰσαὰκ δύο παῖδας, Ἠσαῦ τε καὶ Ἰακώβ, καὶ ἐκαλεῖτο τότε τὸ γένος τῶν θεοσεβῶν Ἀβράμιοί τε καὶ Ἰσάκιοι. διορισθέντας δὲ τοῦ Ἠσαῦ ἐπὶ τὴν Ἰδουμαίαν πρὸς τῇ μεσημβρίᾳ τῆς Χαναὰν κειμένην χώραν καὶ ἀνατολῇ οἰκιστὴς | γίνεται τοῦ Σηεὶρ ὄροις καὶ πόλιν κτίζει τὴν] Ἐδώμ, τὴν Ῥοκὸμ καὶ Πέτραν καλουμένην.
γίνονται δὲ τούτῳ παῖδες καὶ ἡγεμονεύουσιν ἐν τῇ Ἰδουμαίᾳ ἕκαστος κατὰ διαδοχήν, οἵ καὶ ἐκαλοῦντο ἡγεμόνες Ἐδώμ. ἐξ οὗπερ πέμπτος κατὰ διαδοχὴν ὁ Ἰώβ, ὑπεξαιρουμένου τοῦ Ἀβραὰμ τοῦ ἀριθμοῦ τούτου, ἀπὸ δὲ Ἰσαὰκ ἀριθμουμένου·
Ἰσαὰκ γὰρ γεννᾷ τὸν Ησαῦ, Ἠασῦ τὸν Ῥαγουήλ, Ῥαγουὴλ τὸν [*](5 vgl. Gen. 16 — 6 — S vgl. Gen. 25, 1f — 8 Gal. 4, 23 — 8f vgl. Gen. 21,21 — 10 vgl. Gen. 25, 12 — 16 — 14 vgl. Gen. 36, 1. 8 — 16 Eusebius Onomasticon S. 142, 7 KlosteiTQann ; vgl. Panarion h. 55, 1 und de mens, ac pond. 71; S. 204, 51ff Lagarde — 19 — S. 181, 1 Hiob 42, 17 a ff (LXX) u. J. Africanus bei Georgius Cedrenus bist, comp. p. 43; vgl. de mens, ac pond. SO, 8; S. 207, 63ff Lagarde GU M) [*](1 τῆς αὐτοῦ *] τῆς αὐτῆς M τῆς ἀρετῆς καὶ G οἱ τῆς αὐτῆς u. hinter τοὔνομα + ἔχοντες U | τὸ ὄνομα G 1 f Ἀβραμιαῖοι U 2 τοίνυν οἱ < U vor Ἀβραὰμ + τοῖ U | ἐκαλοῦντο < G Μ | τούτω ὑπῆρξαν G U 3 ὁ < | ἦν < G 4 vor πατρὸς + τοῦ U 5 ὑπὸ U 7 εὐδαίμονα + τὴν G λεγομένην] καλουμένην U 8 Ἐμμαδὲμ U | Μαδὲμ G | ὡς ἔφην hinter ὄνομα Ζ. 9 G 9 τοῦτο | * <τὴν ἔρημον> * | Φαρὲς U 11 τῶν1 < Μ 12 1 <δ G M 13 Ἀβραμιαῖοι TJ 14 Ἰσαάκιοι U 15 κειμένην χώραν καὶ *] κειμένης χώρας καὶ ἀνατολικῆς GUM 16 πόλιν] πάλιν GM | τὴν] * 16f τὴν Ῥοκὸμ καὶ Πέτρα < U 16 Ροκὸμ] dieselbe Fonn h. 55, 1 bei Eusebius u. de mens, ac pond. 71; S. 204, 51 Lagarde Ρεκὲμ 19 f ὑφεξαιρουμένου M 21 γὰρ] δὲ M)
Ἰακὼβ δὲ ἀποδιδράσκει ἀπὸ προσώπου Ἠσαῦ τοῦ ἀδελφοῦ διὰ μῆνιν αὐτοῦ κατὰ συμβουλίαν πατρὸς καὶ μητρὸς ἐπὶ τὴν Μεσοποταμίαν Φαδάν, ἐπέκεινα τῆς Μεσοποταμίας Σουβά· ὅς ἄγεται ἐκεεῖθεν τῆς ἰδίας συγγενείας γαμετὰς τέσσαρας τὸν ἀριθμὸν καὶ κυΐσκουσιν αὐτῷ παῖδας δεκαδύο, τοὺς καὶ πατριάρχας ἐπικληθέντας.