Panarion (Adversus Haereses)

Epiphanius

Epiphanius. Epiphanius, Volume 1-3. Holl, Karl, editor. Leipzig: Hinrichs, 1915-1933.

ἴσχε δὲ πρὸ τούτου τὸν Ἰσμαὴλ ἀπὸ παιδίσκης τῆς Ἄγαρ, Χεττούρα δὲ τούτῳ τίκτει παῖδας ἕξ. διεμερίσθησαν δὲ οὐτοι ἐπὶ τὴν εὐδαίμονα Ἀραβίαν λεγομένην· Ζεμβρὰν καὶ Ἰεζὰν καὶ Ἰεσβὸκ καὶ Σωυὲ καὶ Ἐμαδὲμ καὶ Μαδία.

καὶ ὁ τῆς παιδίσκης‘ Ἰσμαὴλ δὲ ὡς ἔφην τούτῳ ἠν ὄνομα), καταλαμβάνει δὲ οὑτος * καὶ κτίζει τὴν Φαρὰν καλουμένην ἐν τῇ ἐρήμῳ. τούτῳ παῖδες γίνονται δεκαδύο τὸν ἀριθμόν, ἐξ ὡν αἱ φυλαὶ τῶν Ἀγαρηνῶν τῶν καὶ Ἰσμαηλιτῶν, Σαρακηνῶν δὲ τανῦν καλουμένων.

γεννᾷ δὲ Ἰσαὰκ δύο παῖδας, Ἠσαῦ τε καὶ Ἰακώβ, καὶ ἐκαλεῖτο τότε τὸ γένος τῶν θεοσεβῶν Ἀβράμιοί τε καὶ Ἰσάκιοι. διορισθέντας δὲ τοῦ Ἠσαῦ ἐπὶ τὴν Ἰδουμαίαν πρὸς τῇ μεσημβρίᾳ τῆς Χαναὰν κειμένην χώραν καὶ ἀνατολῇ οἰκιστὴς | γίνεται τοῦ Σηεὶρ ὄροις καὶ πόλιν κτίζει τὴν] Ἐδώμ, τὴν Ῥοκὸμ καὶ Πέτραν καλουμένην.

γίνονται δὲ τούτῳ παῖδες καὶ ἡγεμονεύουσιν ἐν τῇ Ἰδουμαίᾳ ἕκαστος κατὰ διαδοχήν, οἵ καὶ ἐκαλοῦντο ἡγεμόνες Ἐδώμ. ἐξ οὗπερ πέμπτος κατὰ διαδοχὴν ὁ Ἰώβ, ὑπεξαιρουμένου τοῦ Ἀβραὰμ τοῦ ἀριθμοῦ τούτου, ἀπὸ δὲ Ἰσαὰκ ἀριθμουμένου·