Panarion (Adversus Haereses)

Epiphanius

Epiphanius. Epiphanius, Volume 1-3. Holl, Karl, editor. Leipzig: Hinrichs, 1915-1933.

παλινδρομοῦντι δὲ αὐτῷ ἐπὶ τὴν Χανανῖτιν γῆν πρὸς τὸν ἴδιον αὐτοῦ πατέρα Ἰσαὰκ καὶ μητέρα Ῥεβέκκαν γίνεταί τις αὐτῷ ὀπτασία ἐκ θεοῦ παρὰ τὰς τοῦ Ἰορδάνου διεκβολάς Ἰαβὸκ δὲ τὸν χειμάρρουν καλοῦσιν), ἔνθα που ἐθεάσατο παρεμβολὰς ἀγγέλων.

»καὶ ἰδού, φησίν, ἄνθρωπος ἀφ’ ἑσπέρας καὶ συνεπάλαιεν αὐτῷ ἄχρι τῆς ἕω«, ὃν ἄγγελον ἐπεσημήνατο ἡ γραφή· ὃς κατ᾿ εὐλογίαν δίδωσι τῷ Ἰακὼβ ἀξιώματος ὄνομα τὸ Ἰσραήλ.

διαναστὰς δὲ ἐκεῖθεν Ἰακὼβ ἐπωνόμασε τὸ ὄνομα τοῦ τόπου εἶδος θεοῦ. ἐπειδὴ <δὲ> ὁ πρὸς αὐτὸν διὰ τῆς εὐλογίας »οὐκέτι κληθήσεται τὸ ὄνομά σου Ἰακώβ, ἀλλ᾿ Ἰσραὴλ κληθήσεται« * καὶ διέστειλε λέγων ὅτι ἐνίσχυσας μετὰ θεοῦ καὶ μετὰ ἀνθρώπων δυνατὸς ἔσῃ«, ἀπὸ τούτου τοῦ χρόνου Ἰσραηλῖται καλοῦνται.