Panarion (Adversus Haereses)
Epiphanius
Epiphanius. Epiphanius, Volume 1-3. Holl, Karl, editor. Leipzig: Hinrichs, 1915-1933.
ὅτι δὲ οὗτοι ἴσχον γυναῖκας, ὅ τε Κάϊν καὶ ὁ Σήθ, δῆλον· ὁ γὰρ Ἄβελ νεώτερος ἀπεκτάνθη, μηδέπω γήμας.
6. Ὡς δὲ ἐν τοῖς Ἰωβηλαίοις εὑρίσκεται, τῇ καὶ λεπτῇ Γενέσει καλουμένῃ, καὶ τὰ ὀνόματα τῶν γυναικῶν τοῦ τε Κάϊν καὶ τοῦ Σὴθ ἡ βίβλος περιέχει, ἵνα κατὰ πάντα τρόπον οὗτοι καταισχυνθῶσιν οἱ τοὺς μύθους τῷ βίῳ ῥαψῳδήσαντες.
τοῦ γὰρ Ἀδὰμ γεννήσαντος υἱοὺς κοὶ θυγατέρας ἀνάγκη γέγονε κατ᾿ ἐκεῖνο καιροῦ ἀδελφαῖς ταῖς ἰδίαις συναφθῆναι τοὺς παῖδας· οὐ γὰρ ἦν παράνομον τὸ τοιοῦτον.
ἐπεὶ μηδὲν ἕτερον γένος ἦν. καὶ γὰρ καὶ αὐτὸς ὡς ἔπος εἰπεῖν ὁ Αδὰμ τῇ ἰδίᾳ θυγατρὶ σχεδὸν τῇ ἐκ τοῦ σώματος αὐτοῦ καὶ ὀστέων πλασθείσῃ συνήφθη, κατὰ συζυγίαν αὐτῷ ἐκ θεοῦ πεπλασμένῃ, καὶ οὐκ ἦν παράνομον.