Panarion (Adversus Haereses)

Epiphanius

Epiphanius. Epiphanius, Volume 1-3. Holl, Karl, editor. Leipzig: Hinrichs, 1915-1933.

ἄλλοι δὲ τῶν αὐτῶν· οὐχί φασίν, ἀλλὰ ἀγαθὸν αύτὸν ὄντα παρέδωκεν κατὰ τὴν ἐπουράνιον γνῶσιν. ἔγωνσαν γάρ, φασίν, οἱ ἄρχοντες ὅτι ἐὰν ὁ Χριστὸς παραδοθῇ σταυρῷ κενοῦται αὐτῶν ἡ ἀσθενὴς δύναμις.

καὶ τοῦτο, φησί, γνοὺς ὁ Ἰούδας ἔσπευσεν καὶ πάντα ἐκίνησεν ὥστε παραδοῦναι αὐτόν, ἀγαθὸν ἔργον ποιήσας ἡμῖν εἰς σωτηρίαν. καὶ δεῖ ἡμᾶς ἐπαινεῖν καὶ ἀποδιδόναι σὐτῷ τὸν ἔπαινον, ὅτι δι᾿ αὐτοῦ κατεσκευάσθη ἡμῖν ἡ τοῦ σταυροῦ σωτηρία καὶ ἡ διὰ τῆς τοιαύτης ὑποθέσεως τῶν ἄνω ἀποκάλυψις.

Κατὰ πάντα δὲ τρόπον οὑτοι ἠπάτηνται, οὐκ ἀγαθόν τινα τιμῶντες ἢ ἐπαινοῦντες. δῆλον δὲ ὅτι ἐκ τοῦ διαβόλου αὐτοῖς ταῦτα ὑπέσπαρται, τὰ τῆς ἀγνοίας λέγω καὶ ἀπάτης.

πληροῦται δὲ ἐπ’ αύτοῖς τὸ γεγραμμένον »οὐαὶ τοῖς λέγουσι τὸ καλὸν πονηρὸν καὶ τὸ πονηρὸν ἀγαθόν, οἱ τιθέντες τὸ σκότος φῶς καὶ τὸ φῶς σκότος, οἱ λέγοντες τὸ γλυκὺ πικρὸν καὶ τὸ πικρὸν γλυκύ«.