Panarion (Adversus Haereses)
Epiphanius
Epiphanius. Epiphanius, Volume 1-3. Holl, Karl, editor. Leipzig: Hinrichs, 1915-1933.
καὶ οὐδὲ τὸ ξύλον ἠν ἁμαρτία (θεὸς γὰρ οὐδὲν πονηρὸν φυτεύει), γνῶσιν δὲ ἐνεποίησε τὸ ξύλον τοῦ εἰδέναι ἀγαθόν τε καὶ φαῦλον.
καὶ οὐχὶ διὰ τὸ εἰδέναι ὁ θάνατος, ἀλλὰ διὰ τὴν παρακοήν. καὶ γὰρ ἡ πᾶσα τοῦ ἐχθροῦ τότε συσκευὴ οὐχ ἕνεκεν τοῦ βρώματος γέγονεν, ἀλλὰ ἕνεκεν τοῦ ἐργάσασθαι αὐτοῖς τὴν παρακοήν.
ὅθεν παρακούσαντες τότε τοῦ μὲν παραδείσου ἔξωθεν γίνονται, ἐπιτιμηθέντες τιμηθέντες δικαιότατα, οὐ κατὰ μῖσος ἀλλὰ κατὰ ἐπιμέλειαν τοῦ θεοῦ. φησὶ γὰρ πρὸς αὐτοὺς ὁ κύριος »γῆ εἶ, καὶ εἰς γῆν ἀπελεύσῃ«.
ἔδει γὰρ τὸν ὄντως ὄντα τεχνίτην κεραμέως δίκην ἐπιμελόμενον τοῦ [*](11 Gen. 3, 5 — 19f vgl. Gen. 2, 9; 3, 5 — 26 Gen. 3, 19 — 27ff vgl. Jerem. 18, 2ff u. Methodius de resurr. I 43, 2fF; S. 143, 19ff Bonwetsch) [*](V Μ) [*](2 καὶ hineingeflickt V corr | κενὰ aus καινὰ V corr κενὰ M | vor ἀπατηθέντες + <οἱ>? * 5 vor οὕτω Rasur von 2 — 3 Buchstaben V 8 δι’] δ’ | ληφθείση ganz auf Rasur V corr 10 ἀεὶ ὡς καὶ ἐξ ἀρχῆς ganz auf Rasur, nach ἀρχῆς noch durchgestrichen μενος ἀποστῆσαι Vcorr; vielleicht ünglich <τῆς δὲ ἀληθείας βουλό> μενος ἀποστῆσαι * 13 ἐνεκίσσησε, σ oben V corr 15 οὐ] οὐδέποτε Μ δέποτε zu οὐ nachgetragen V corr | θεοί + οἱνομιζόμενοι >? * | <μόνος> * | ὁ nachgetragen V corr | προ<εν>εκίσσα? * 18 <ὁ> * 25 δικαιώτατα Μ)
ἵνα αὖθις ἐν τῇ παλιγγενεσίᾳ ἀνασκευάσῃ τὸ ἄγγος ἐν τῇ ἀναστάσει εἰς τὴν ἀρχαίαν φαιδροτητα καὶ ἔτι περιττότερον,