Panarion (Adversus Haereses)

Epiphanius

Epiphanius. Epiphanius, Volume 1-3. Holl, Karl, editor. Leipzig: Hinrichs, 1915-1933.

ᾠ θεῷ δόξα καὶ τιμὴ καὶ κράτος [*](22 vgl. Gen. 1, 31 — 23ff vgl. Panarion haer. 24, 6, 2ff; I 263, 5ff) [*](V M) [*](4 vor ἔσω + <ὁ> Oh. | συνημμένος *] συνημμένω V Μ 8 καὶ] * 14 oben über Vcorr 20 τὸν *] τῶν VM | Πᾶσιν < Μ 21 vor ein μὴ getilgt Vcorr 22 καλῶς, ῶς auf Rasur Vcorr 27 τὰ < V getilgt 28 καὶ] U 30 εκτίσμενα, κ vorn vyegradiert Vcorr; lies wobl ἔκτισται *)

50
πατρὶ ἐν υἱῷ υἱῷ ἐν πατρὶ σὺν ἁγίῳ πνεύματι εἰς τοὺς αἰῶνας τῶν αἰώνων. ἀμήν.

Ταύτης δὲ πάλιν ποιησάμενος τὴν ἀνατροπὴν διὰ βραχέων, ἐπὶ τὰς ἑξῆς βαδιοῦμαι, τὸν πρὸς ἑκάστην κατὰ δύναμιν ποιούμενος ἔλεγχον καὶ οὕτως ἐπιτελῶν τὴν ἀνατροπὴν τῆς αὐτῶν λυμαντικῆς μοχθηρίας.

σὴψ γὰρ οὑτος ἂν λέγοιτο δικαίως, ὃ οὐκ ὄφις, ἀλλ’ ὥς φασι χαλκέα πως ἐστι. τετράπουν ἑρπετόν, ἀσκαλαβώτῃ ἐοικός, οὗ ἡ μὲν τοῦ δήγματος βλάβη εἰς οὐδὲν λογίζεται, τὸ δὲ πτύσμα ἢ ἐν βρώματι ἢ ἐν ποτῷ ἀκοντισθὲν θάνατον εὐθὺς τοῖς μεταλαμβάνουσιν ἐργάζεται· οἵα καὶ ἡ τούτου διδασκαλία.

ἀλλὰ καὶ τούτου τὸν ἐὸν φωράσαντες καὶ τῇ τοῦ κυρίου δυνάμει ἀπὸ φαρύγγων ἢ χειλέων τῶν μελλόντων βλάπτεσθαι ἀπομάξαντες τὰς ἑξῆς διέλθωμεν, ὡς προεῖπον, τῆς αὐτῶν βλάβης ποιοῦντες τὸν ἔλεγχον.

Ὡς οὖν τῇ τοῦ θεοῦ δυνάμει ἐπαγγειλάμενοι, θεοῦ βοηθοῦντος καὶ τὴν ἑξῆς ταύτῃ ὑφηγησόμεθα ταῖς πρότερον ἀκολουθήσασαν ματαιοφροσύναις αἵρεσιν Ὀφιτῶν, τὰ μὲν κατὰ τὰ αὐτὰ φερομένην τὰ δὲ διηλλαγμένην, λέγω δὲ τοῖς ἤθεσι καὶ σχήμασι τῶν χρωμένων αὐτῇ, ἴνα ἀπὸ τῆς μετεώρου πλάνης τῆς τούτων διαφωνίας παντί τῳ δῆλον ἔσηται ὅτι πλάνῃ ἄγονται καὶ οὐκ ἀληθείᾳ. φωραθήσεται δὲ νῦν τῷ λόγῳ καὶ ἐλεγχθήσεται ἡ κατ᾿ αὐτοὺς ἄνοια.