Panarion (Adversus Haereses)

Epiphanius

Epiphanius. Epiphanius, Volume 1-3. Holl, Karl, editor. Leipzig: Hinrichs, 1915-1933.

ἑξῆς * δέκα δυνάεις οὕτως καταριθμοῦσιν· ἑπτὰ μὲν † σωματικὰ κυκλοειδῆ, ἃ καὶ οὐρα- νοὺς καλοῦσιν· ἔπειτα τὸν περιεκτικὸν αὐτῶν κύκον, ὃν καὶ ὄγδοον οὐρανὸν ὀνομάζουσι· πρὸς δὲ τούτοις ἥλιόν τε καὶ σελήνην. ταῦτα δέκα ὄντα τὸν ἀριθμὸν εἰκόνας λέγουσιν εἶναι τῆς ἀοράτου δεκάδος, τῆς ἀπὸ Λόγου καὶ Ζωῆς, προελθούσης,

τὴν Τε δωδεκάδα μηνύεσθαι διὰ τοῦ ζῳδιακοῦ καλουμένου κύκλου. τὰ γὰρ δώδεκα ζῴδια φανερώτατα τὴν τοῦ Ἀνθρώπου καὶ τῆς Ἐκκλησίας θυγατέρα δωδεκάδα σκιαγραφεῖν λέγουσιν.

καὶ [*](5 vgl. Matth. 12, 43 ff) [*](V M lat. Hipp, (von Ζ. 11 an)) [*](1 † ἢ] aut lat.; alter Fehler, lies ᾗ (Ausgg.) 2 ὑπὲρ τὸ ὑγιαίνειν] quasi plus quam sani sunt lat. 3 ἢ M 3f καὶ ἐκνευρίζουσι] enervantes lat. 5 ἀνοίας] ignorantiae lat. | αὐτοὺς aus ἑαυτοὺς Vcorr 8 ἐννοεῖν] adinvenire lat. | κατασκευάσαν] compositam lat. 9 ἀνοίας] ignorantiae lat. 10 καὶ ὡς] quemadmodum et lat. 11 τοῦ nachgetragen Vcorr | mit <>σκευάσθαι Hipp. 12 διηγήσασθαι < Hipp. | στοιχεῖα + ἃ Hipp. | φησιν Hipp. 13 < lat. Hipp. 14 τάς τε — συναριθμουμένας] τοῖς δὲ ἐνεργείοις αὐτῶ ριθμοῦντες Hipp. 14f τε καὶ beide Male < Hipp. 15 ὑγρὸν + λέγουσιν ἑξῆς] ex Quu lat. ἐξ ἧς Hipp. | * <δὲ> Hipp. Ausgg. 16 μὲν < σωματικὰ] corporea lat.; alter Fehler ür σώματα (Hipp.) | κυκλοειδῆ] circumlata lat. 18 vor ταῦτα + καὶ Hipp. | δέκα] #x772; Hipp. 20 προελθούσης < Hipp. | δὲ < | μηνύεσθαι < Hipp. 21 κύκλου καλουμένου Hipp. | τὰ] ταῦτα 22 σκιαγραφεῖν] quasi per quandam umbram pinxisse lat. ἐπισκιάζειν Hipp.)

28
ἐπεὶ ἀντεπεζεύχθη, φασί, τῇ τῶν ὅλων φορᾷ ὠκυτάτῃ ὑπαρχούσῃ ὁ ϋπερθεν οὐρανὸς ὁ πρὸς αὐτῷ τῷ κύτει βαρύνων καὶ ἀντιταλαντεύων τὴν ἐκείνων ὠκύτητα τῇ ἑαυτοῦ βραδυτῆτι, ὥστε αὐτὸν ἐν τριάκοντα ἔτεσι τὴν περιοδον ἀπὸ σημείου ἐπὶ σημεῖον ποιεῖσθαι, εἰκόνα λέγουσιν αὐτὸν τοῦ Ὅρου τοῦ τὴν τριακοντώνυμον Μητέρα αὐτῶν περιέχοντος.

τὴν σελήνην τε πάλιν τὸν ἑαυτῆς οὐρανὸν ἐμπεριερχομένην τριάκοντα ἡμέραις διὰ τῶν ἡμερῶν τὸν ἀριθμὸν τῶν τριάκοντα Αἰώνων ἐκτυποῦν.

καὶ τὸν ἥλιον δὲ ἐν δεκαδύο μησὶν περιερχόμενον καὶ τερματίζοντα τὴν κυκλικὴν αὐτοῦ ἀποκατάστασιν, διὰ τῶν δώδεκα μηνῶν τὴν δωδεκάδα φανερὰν ποιεῖν, καὶ αὐτὰς δὲ τὰς ἡμέρας, δεκαδύο ὡρῶν τὸ μέτρον ἐχούσας, τύπον τῆς > φαειῆς δωδεκάδος εἶναι.

ἀλλὰ μὴν καὶ τὴν ὥραν φασί, τὸ δωδέκατον τῆς ἡμέρας, ἐκ τριάκοντα μοιρῶν κεκοσμῆσθαι διὰ τὴν εἰκόνα τῆς τριακοντάδος.

καὶ αὐτοῦ δὲ τοῦ ζῳδιακοῦ κύκλου τὴν περίμετρον εἶναι μοιρῶν τριακοσίων ἑξήκοντα· ἕκαστον γὰρ ζῴδιον μοίρας ἔχειν τριάκοντα. οὕτως δὴ καὶ διὰ τοῦ κύκλου τὴν εἰκόνα τῆς συναφείας τῶν δώδεκα πρὸς τὰ τριάκοντα τετηρῆσθαι λέγουσιν.