Panarion (Adversus Haereses)
Epiphanius
Epiphanius. Epiphanius, Volume 1-3. Holl, Karl, editor. Leipzig: Hinrichs, 1915-1933.
τὴν οὖν δωδεκάδα διὰ τὸ ἐπίσημον ἐσχηκέναι συνεπακολουθῆσαν αὐτῇ τὸ ἐπίσημον πάθος λέγουσι, καὶ διὰ τοῦτο περὶ τὸν δωδέκατον ἀριθμὸν τοῦ σφάλματος γενομένου τὸ πρόβατον ἀποσκιρτῆσαν πεπλανῆσθαι, ἐπειδὴ τὴν ἀπόστασιν ἀπὸ δωδεκάδος γεγενῆσθαι φάσκουσι.
τῷ αὐτῷ τρόπῳ καὶ ἀπὸ τῆς † δωδεκάδος ἀποστᾶσαν μίαν δύναμιν ἀπολωλέναι μαντεύονται, καὶ ταύτην εἲναι τὴν γυναῖκα τὴν ἀπολέσασαν τὴν δραχμὴν καὶ ἅψασαν λύχνον καὶ εὑροῦσαν αὐτήν.
οὕτως οὖν καὶ τοὺς ἀριθμοὺς τοὺς καταλειφθέντας — ἐπὶ μὲν τῆς δραχμῆς τοὺς ἐννέα, ἐπὶ δὲ τοῦ προβάτου τοὺς ἕνδεκα — ἐπιπλεκομένους ἀλλήλοις τὸν τῶν ἐνενήκοντα ἐννέα τίκτειν ἀριθμόν, ἐπεὶ ἐννάκις τὰ ἕνδεκα ἐνενήκοντα ἐννέα γίνεται. διὸ καὶ τὸ ἀμὴν τοῦτον λέγουσιν ἔχειν τὸν ἀριθμόν.
Οὐκ ὀκνήσω δὲ σοι καὶ ἄλλως ἐξηγουμένων αὐτῶν ἀπαγγεῖλαι, ἵνα πανταχόθεν κατανοήσῃς τὸν καρπὸν αὐτῶν. τὸ γὰρ στοιχεῖον τὸ η σὺν μὲν τῷ ἐπισήμῳ ὀγδοάδα εἲναι θέλουσιν, ἀπὸ τοῦ ἄλφα ὀγδόῳ κείμενον τόπῳ· εἶτα πάλιν ἄνευ τοῦ ἐπισήμου ψηφίζοντες τὸν ἀριθμὸν αὐτῶν τῶν στοιχείων καὶ ἐπισυνθέντες μέχρι τοῦ ἦτα τὴν τριακοντάδα ἐπιδεικνύουσιν.
ἀρξάμενος γὰρ <τις> ἀπὸ τοῦ ἄλφα καὶ τελευτῶν εἰς τὸ ἦτα τῷ ἀριθμῷ [*](8 vgl. Luk. 15, 4 ff) [*](V M lat. ffipp.) [*](1 οἷον | lat. | τέσσαρα Hipp. 2 ὁμοίως < Hipp. | ἡ τριακοντὰς Hipp. Ausgg.] η λݲ ὃ V M ΧΧΧ numarus lat. ἢ τριάκοντα Hipp. 3 ὀγδοὰς καὶ δεκὰς καὶ δωδεκὰς Hipp.] ὀκτωκαίδεκα καὶ δώδεκα V M ogdoas et decas et duodecas lat. διὰ τὸ] διὰ τὸν, aber vor [συν]εσχηκέναι noch einmal διὰ τὸ V M 4 ἐσχηκέναι Hipp.] συνεσχηκέναι V M hahuisse lat. | συνεπακολουθήσανσαν V συνεπηκολούθησεν Hipp. | τὸ ἐπίσημον] propter episemon lat. | λέγουσι < Hipp. 5 τοῦ σφάλματος] lahes quaedcim lat. 6f ἐπειδὴ — φάσκουσι < Hipp. 7—13 bei Hipp, frei wiedergegeben 7 † δωδεκάδος] duodeeade lat.; alter Fehler für δεκάδος (Hipp.) 7f ἀποστᾶσαν Ausgg.] ἀπόστασιν VM ahscedentein lat. 8 ἀπο///λωλέναι, ο aus ω Vcorr 9 δραγμὴν V M 10 μὲν < lat. 11 ἐπισυμπλεκομένους 12 ἐπεὶ, εὶ auf Rasur Vcorr 14f οὐκ ὀκνήσω — αὐτῶν] ἄλλον δὲ ἀριθμὸν οὕτω λέγουσι Hipp. 15 τὸ γὰρ — η] τὸ ἦτα στοιχεῖον Hipp. 16 μὲν < lat. Hipp. | θέλουσιν < Hipp. | ἄλφα Hipp.] πρώτου V M alphabeta lat. 16f ὀγδόῳ . . . τόπῳ Hipp.] ὀγδόου . . . τόπου V M octavo . . . loco lat. 18 συντιθέντες Hipp. | τὴν τριακοντάδα] τὸν τριάκοντα ἀριθμὸν Hipp. 19 <τις> Hipp.] quis lat. | καὶ τελευτῶν εἰς τὸ ἦτα] ἕως τοῦ ijxa Hipp. | vor τῶ ein τὰ ausradiert Vcorr | τῷ ἀριθμῷ] per numeros lat. τὸν ἀριθμὸν Hipp.)
μέχρι γὰρ τοῦ ε στοιχείου πεντεκαίδεκα γινονται· ἔπειτα προστεθεὶς αὐτοῖς ὁ τῶν ἑπτὰ ἀριθμὸς β καὶ κ ἀπετέλεσε· προσελθὸν δὲ τούτοις τὸ η, ὅ ἐστιν ὀκτώ, τὴν θαυμασιωτάτην τριακοντάδα ἀνεπλήρωσεν. καὶ ἐντεῦθεν ἀποδεικνύουσι τὴν Ὀγδοάδα μητέρα τῶν τριάκοντα Αἰώνων.
ἐπεὶ οὖν ἐκ τριῶν δυνάμεων ἥνται ὁ τῶν τριάκοντα ἀριθμός, τρὶς αὐτὸς γενόμενος τὰ ἐνενήκοντα ἐποίησε· τρίς γὰρ τριάκοντα ἐνενήκοντα. καὶ αὐτὴ δὲ ἡ τριὰς ἐφ᾿ ἑαυτῆς συντεθεῖσα ἐννέα ἐγέννησεν. οὕτως τε ἡ ὀγδοὰς τὸν τῶν ἐνενήκοντα ἐννέα παρ᾿ αὐτοῖς ἀπεκύησεν ἀριθμόν.
καὶ ἐπεὶ ὁ δωδέκατος Αἰὼν ἀποστὰς κατέλειψε τοὺς ἄνω ἕνδεκα, κατάλληλον λέγουσι τὸν τύπον τῶι γραμμάτων τῷ σχήματι τοῦ † λόγου κεῖσθαι ἑνδέκατον γὰρ τῶν γραμμάτων κεῖται τὸ λ, ὅ ἐστιν ἀριθμὸς τῶν τριάκοντα) καὶ κατ’ εἰκόνα κεῖσθαι τῆς ἄνω οἰκονομίας, ἐπειδὴ ἀπὸ τοῦ ἄλφα, χωρὶς τοῦ επισήμου, αὐτῶν τῶν γραμμάτων ὁ ἀριθμὸς ἕως τοῦ λ συντεθειμένος κατὰ τὴν παραύξησιν τῶν γραμμάτων σὺν αὐτῷ τῷ λ τὸν τῶν ἐνενήκοντα ἐννέα ποιεῖται ἀριθμόν.