Panarion (Adversus Haereses)
Epiphanius
Epiphanius. Epiphanius, Volume 1-3. Holl, Karl, editor. Leipzig: Hinrichs, 1915-1933.
ὅθεν καὶ ὁ κύριος, ἐπαινῶν τὴν νομοθεσίαν καὶ τοὺς αὐτῆς δικαίους, ἔλεγεν »κοσμεῖτε τοὺς τάφους τῶν προφητῶν καὶ οἰκοδομεῖτε τὰ μνημεῖα τῶν δικαίων, καὶ οἱ πατέρες ὑμῶν ἀπέκτειναν αὐτούς«. πόθεν δὲ γεγόνασι προφῆται καὶ δίκαιόι ἀλλ᾿ ἢ ἀπὸ τῆς τοῦ πατρὸς ἀγαθότητος;
καὶ ἵνα δείξῃ ὅτι ἐν τῷ μέρει τῆς ἀγαθότητος ὁ δίκαιος ἔστηκεν, ἔλεγεν »ὅμοιοι γένεσθε τῷ πατρὶ ὑμῶν τῷ ἐν τοῖς οὐρανοῖς, ὅτι άνατέλλει αὐτοῦ τὸν ἥλιον ἐπὶ άγαθοὺς καὶ πονηροὺς καὶ βρέχει ἐπὶ δικαίους καὶ άδίκους«, ἕνα δείξῃ τὸ δίκαιον ἀγαθὸν καὶ τὸ ἀγαθὸν δίκαιον καὶ τὸ πονηρὸν ἄδικον καὶ τὸ ἄδικον πονηρόν.
Τὴν δὲ ἐπιπλοκὴν ἣν ἔφης τοῦ νόμου οὐ δύνασαι ἀποδεῖξαι. ἑάγως γὰρ συκοφαντῶν τὸν νόμον, ἐπιπλοκήν τινα αὐτῷ προσάπτων, διὰ τὸ εἰρηκέναι τὸν νόμον »ὀφθαλμὸν ἀντὶ ὀφθαλμοῦ καὶ ὁδόντα ἀντὶ ὁδόντος« καὶ ἐπειδὴ φονεύει ὁ νόμος τὸν φονευτήν.
ἀλλὰ ἐξ αὐτῆς τῆς τοῦ κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ πραγματείας δειχθήσεται ὅτι οὐκ ἐπιπλοκή τις ἦν, ἀλλ᾿ ἡ αὐτὴ ἦν νομοθεσία καὶ τὸ αὐτὸ [*](17 Matth. 23, 29 Luk. 11, 47 — 21 Matth. 5, 45 — 28 Lev. 24, 20 29 vgl. Lev. 24, 17 V Μ) [*](7 διαιρεθείσης, ειση auf Rasur Vcorr 9 ἔτερον *] ἕτερος VM 10 κακίαν ἔχων — οὔτε τὴν < Μ 15 nach ἀλλ’ 4 Buchstaben ausradiert Y 18 εἴα auf Rasur Vcorr)
καὶ <γὰρ καὶ> ὁ νόμος πάλαι τοῦτο κατεσκεύαζε λέγων »όφθαλμὸν ἀντὶ ὀφθαλμοῦ‘, τουτέστιν »στρέψον αὐτῷ τὴν σιαγόνα«. ἴνα γὰρ διαφύγοι ἄ πάθοι ἄν εἰ πλήξει, παρεῖκε τὴν σιαγόνα τῷ τύπτοντι, εἰδὼς ὅτι εἰ ἀφέλοι ὀφθαλμόν. τὰ αὐτὰ πείσεται διὰ τὸν νόμον.
11. Ὡς γὰρ ὁ πατὴρ βούλεται παιδεύειν τὰ τέκνα καὶ ἑκάστῃ ἡλικίᾳ ἁρμοζόμενος προβαίνει τῇ παιδείᾳ, καὶ οὐκ ἴσως τὸ μικρὸν βρέφος παιδεύει τῷ μειρακίῳ οὐδὲ τὸ μειράκιον ὡσαύτως τῷ νεανίσκῳ οὐδὲ τὸν νεανίαν τῷ τελείῳ άνδρί,
άλλὰ τῷ μὲν ὐποτιτθίῳ διὰ δακτύλου παιδεία γίνεται, παιδίῳ δὲ μείζονι διὰ χειρὸς ῥαπίσματος, μειρακίῳ δὲ διὰ ἱμάντος, νεανίσκῳ διὰ ῥάβδου, άνθρὶ δὲ ἐκδίκησις τῶν μειζόνων παραπτωμάτων μαχαίρᾳ διὰ νόμου, οὕτως καὶ ὁ κύριος ἐξῆς ἐνομοθέτει ἑκάστῃ γενεᾷ τὰ ἁρμόζοντα.
ἐκείνους μὲν γὰρ φόβῳ ἐσωφρόνιξεν, ὡς παιδίοις μικροῖς διαλεγόμενος καὶ άγνοοῦσι τὴν δύναμιν τοῦ ἁγίου πνεύματος, τοὺς δὲ τελείους τελείων ἠξίου μυστηρίων.
ρίων. καὶ ἐν τῷ εὐαγγελίῳ γὰρ οὑτω πως λέγει τοῖς μαθηταῖς ἐν πολλοῖς τόποις »οὐκ οἴδατε τί ποιῶ, ὕστερον δὲ γνώσεσθε«, τουτέστιν ὅταν τέλειοι γένησθε· καὶ πάλιν »οὐκ ᾔδεισαν, ἕως ἀνέστη ἐκ τῶν νεκρῶν‘.