Panarion (Adversus Haereses)
Epiphanius
Epiphanius. Epiphanius, Volume 1-3. Holl, Karl, editor. Leipzig: Hinrichs, 1915-1933.
ἐν γὰρ τῷ λέ γειν »ἔστιν τις προαρχὴ πρὸ πάντων προανεννόητος, ἥν ἐγὼ Μονότητα καλῶ«, καὶ πάλιν »ταύτῃ τῇ Μονότητι συνυπάρχει δύναμις, ἥν καὶ αὐτὴν δνομάζω Ἐνότητα«, σαφέστατα ὅτι τε πλάσμα αὐτοὺ ἐστι τὰ εἰρημένα ὡμοόγηκε καὶ ὅτι αὐτὸς ὀνόματα τέθεικε τῷ πλάσματι, ὑπὸ μηδενὸς πρότερον ἄλλου τεθειμένα.
καὶ σαφές ἐστιν ὅτι αὐτὸς ταῦτα τετόλμηκεν όνοματοποτῆσαι, καὶ εἰ μὴ παρῆν τῷ βίῳ αὐτός, οὐκ ἄν ἡ ἠλήθεια εἶχεν ὄνομα.
οὐδὲν οὖν κωλύει καὶ ἄλλον τινὰ ἐπὶ τῆς αὐτῆς ὑποθέσεως οὕτως ὁρίσασθαι όνόματα·
εἶτα λοιπὸν εἰς ταῦτα ὁ αὐτὸς μακάριος Εἰρηναίος, ὤς γε προείπαμεν, γελοιώδη ἡήματα καὶ αὐτὸς †προεῖπεν, ἑτερωνυμίαν ἀφ’ ἐαυτοῦ ὡς ἀντάξια τῆς αὐτῶν ληρῳδίας χαριεντιζόμενος, πεπόνων γένη καὶ σικύων καὶ κολοκυνθῶν ὡς ἐπὶ ὺποκει- μένων τινῶν ἐπιπλασάμενος, † ὡς τοῖς τοῖς φιλοόγοις ἂν εἴη ἀφ ων προανεγνωσαν.
7. Ἄλλοι δὲ πάλιν αὐτῶν τὴν πρώτην καὶ ἀρχέγονον Ὀγδοάδα τού- τοις τοῖς ὀνόμασι κεκληκασι· πρῶτον Προαρχήν, ἔπειτα Ἀνεννόητον, τὴν δὲ τρίτην Ἄρρητον καὶ τὴν τετάρτην Ἀόρατον.
καὶ ἐκ μὲν τῆς πρώτης προαρχῆς προβεβλπῆσθαι πρώτῳ καὶ πέμπτῳ > Ἀρχήν, ἐκ Τε τῆς ἀρχῆς τῆς] Ἀνεννοήτου δευτέρῳ καὶ ἔκτῳ τόπῳ Ἀκατάληπτον, ἐκ δὲ τῆς Ἀρρήτου τρίτῳ καὶ ἑβδόμῳ τόπῳ Ἀνονόμαστον, ἐκ δὲ τῆς Ἀοράτου Ἀγέννητον, Πλήρωμα τῆς πρώτης Ὀγδοάδος.
ταύτας βούλονται τὰς δυνάμεις [*](11 — 16 vgl. Irenaeiis ady. haer, I, 11, 4; I 105f Harvey V M lat. von Ζ. 17 an auch Hipp.) [*](1 τραγικὸν + γὰρ V 1f ἐπὶ τῇ — ὀνοματοποιίας] super haue nominum factionem lat. | γελλοιώδη, erstes λ getilgt Vcorr 3 ὀνόματα Ausgg., vgl. Ζ. 7] ὄνομα V M nomina lat. 4 lat. | μονότητα Ausgg.] μονάδα V M monoieta lat. 5 μονότητι Ausgg.] μονάδι VM monotete lat. 6 ἑνότητα ὀνομάζω V M poco Henotetem lat., vgl. S. 445, 9 | πλάσμα] fignteJita lat. | αὐτοῦ zu εἰρημένα gezogen lat. 8 πρότερον < lat. 8f καὶ σαφὲς — < 9 καὶ εἰ μὴ — αὐτός] qui nlsi haec audere lat. | οὐκ ἄν + hodie lat. | ἀλήθεια + secundum eum lat. 10 ὄνομα] nomina lat. 12 † προεῖπεν] lies wohl προφέρει * 14 γένη) γένημα M 15 † ὡς] lies etwa ὧν τὸ > * 18 ἐκάλεσαν Hipp. 18 f πρῶτον — καὶ τὴν < Hipp. 20 > Ausgg.] lat. τόπῳ Hipp. | δὲ < lat. 21 ἀρχῆς τῆς] Ausgg.] < lat. Hipp.; immerhin S. 445, 11 | τόπῳ < Hipp. | δὲ] et . . autem lat. 22 ἀνωνόμαστον V | ἀοράστου + quarto et octavo loco lat. 23 πλήρωμα + hoc lat. (fehlt auch bei Hipp.))
ὦ ληρολόγοι σοφισταί. καὶ γὰρ περὶ αὐτοῦ τοῦ Βυθοῦ διάφοροι γνῶμαι παρ᾿ αὐτοῖς. οἱ μὲν γὰρ αὐτὸν ἄζυγον γέγουσι, μήτε ἄρρενα μήτε θῆλυν μήτε ὅλως ὄντα τι, ἄλλοι δὲ ἀρρενόθηλυν αὐτὸν λέγουσιν εἶναι, ἑρμαφροδίτου φύσιν αὐτῷ περιάπτοντες.
Σιγὴν δὲ πάλιν ἄλλοι συνευνέτιν αὐτῷ προσάπτουσιν, ἵνα γένηται πρώτη συζυγία καὶ ἐκ τούτου καὶ ἐκ ταύτης τὰ κατάλοιπα οὕτω δραματουργήσωσι.
καὶ πολλή τίς ἐστιν ἐν αὐτοῖς ἡ εἰς ὕπονον βαθὺν τὸν νοῦν αὐτῶν καταφέρουσα ληρολόγος όνειροπολία.
Καὶ τί μοι ἐπὶ τὸ πολὺ κατατρίβεσθαι, φωρατῆς οὔσης τῆς κατ᾿ αὐτοὺς ὑποθέσεως καὶ τοῦ κατ᾿ αὐτῶν ἐλέγχου καὶ ἀνατροπῆς ἀπὸ τῶν προειρημένων παντὶ τῷ βουλομένῳ τῆς ζωῆς αὐτοῦ ἔχεσθαι καὶ μὴ ἄπατασθαι κενοῖς μύθοις;
ἀλλὰ ταῦτά μοι περὶ τούτων εἰρή- σθω. παρελθὼν δὲ ταύτην ἐπὶ τὰς ἐξῆς >, > ὁδὸν ἐμαυτῷ ἀσφαλῆ καὶ τρίβον λείαν, ὅπως τὰς τούτων μοχθη- ρίας διεξιών τε καὶ ἐλέγχων ἐμαυτόν τε καὶ τοὺς ἀκούοντας ἐν τῇ τοῦ θεοῦ δυνάμει διασώσν διὰ τῆς τοῦ κυρίου ἡμῶν διδασκαλίας καὶ ἀληθινῆς θεωρίας.