Panarion (Adversus Haereses)
Epiphanius
Epiphanius. Epiphanius, Volume 1-3. Holl, Karl, editor. Leipzig: Hinrichs, 1915-1933.
ἐξηγηταὶ κακοὶ τῶι καλῶς εἰρημένων γινόμενοι, καὶ πολλοὺς ἀνατρέπουσιν, ἀπάγοντες αὐτοὺς προφάσει γνώσεως ἀπὸ τοῦ τόδε τὸ πᾶν συστησαμένου καὶ κεκοσμηκότος, ὡς ὑψηλότερόν τι καὶ μεῖζον ἔχοντες ἐπιδεῖξαι τοῦ τὸν οὐρανὸν καὶ τὴν γῆν καὶ πάντα τὰ ἐν αὐτοῖς πεποιηκότος θεοῦ,
πιθανῶς μὲν ἐπαγόμενοι διὰ λόγων τέχηνς τοὺς ἀκεραίους εἰς τὸν τοῦ ζητεῖν τρόπον, ἀπιθάνως δὲ ἀπολλύντες αὐτοὺς ἐν τῷ βλάσφημον καὶ ἀσεβῆ τὴν γνώμην αὐτῶν κατασκευάςειν εἰς τὸν δημιουργόν, Με ἔν τῷ διακρίνειν δυναμένων τὸ ψεῦδος ἀπὸ τοῦ ἀληθοῦς | —
ἡ γὰρ πλάνη καθ’ ἑαυτὴν μὲν οὐκ ἐπιδείκνυται, ἵνα μὴ γυμνωθεῖσα γένηται κατάφωρος, πιθανῷ δὲ περιβλήματι πανούργως κοσμουμένη καὶ αὐτῆς τῆς ἀληθείας * αληθεστέραν ἑαυτὴν παρέχει φαίνεσθαι διὰ τῆς ἔξωθεν φαντασίας τοῖς ἀπειρτέροις,
καθὼς ὑπὸ τοῦ κρείττονος ἡμῶν εἴρηται ἐπὶ τῶν τοιούτων, ὅτι λίθον τὸν τίμιον σμάραγδον ὄντα καὶ πολυτίμητόν τισιν ὕαλος ἐνυβρίζει διὰ τέχνης παρομοιουμένη, ὁπόταν μὴ παρῇ ὁ σθένων δοκιμάσαι καὶ τέχνην διελέγξαι τὴν πανούργως γενομένην · ὅταν δὲ ἐπιμιγῇ χαλκὸς εἰς τὸν ἄργυρον, τίς εὐκόλως δυνήσεται τοῦτον ἀκέραιος Ε; δοκιμάσαι; — ἵνα οὖν μὴ Ε;
παρὰ τὴν ἡμετέραν αἰτίαν συναρπάζωνταί τινες ὡς πρόβατα ὐπὸ λύκων, ἀγνοοῦντες αὐτοὺς διὰ τὴν ἔξωθεν τῆς προβατίου δορᾶς ἐπιβολήν, οὕς φυλάσσειν παρήγγελκεν ἡμῖν ὁ κύριος, ὅμοια μὲν Ε; λαλοῦντας, ἀνόμοια δὲ φρονοῦντας, ἀναγκαῖον ἡγησάμην, ἐντυχὼν τοῖς ὑπομνήμασι τῶν ὡς αὐτοὶ λέγουσιν Οὐαλεντίνου μαθητῶν, ἐνίοις δ᾿ αὐτῶν καὶ συμβαλὼν καὶ καταλαβόμενος τὴν γνώμην αὐτῶν, μηνῦσαί σοι, ἀγαπητέ,
τὰ τερατώδη καὶ βαθέα μυστή- [*](20ff vgl. Matth. 7, 15 V M lat. λ) [*](2 παρεισάγουσιν V εισ getilgt Vcorr 3 τοῦ < V 4 κακῶς, λ drüber Vcorr 5 ἀπάγοντες] attrahentes (= ἐπάγοντες) lat. | τοῦ τόδε] δὲ M 6 κεκοσμηκότος] ordinavit lat. 9 ἀπιθάνως] male lat. 10 μηδὲ] non lat. | ἔν τῳ *] ἐν τῶ VM < lat. 11 πλάνη aus ἡδονὴ Vcorr V 13 * ridiculum est et dicere (= γελοῖον τὸ καὶ εἰπεῖν) lat. 14 φαίνεσθαι] ut dcciptat lat. 16 καὶ < > lat. 16 f παρωμοιωμένη? nach, lat. ül. 17 σθένων] ἰσχύων M | τέχνη M 18 δὲ] enim lat. | vor χαλκὸς + ὁ V 19 ἀκέραιος Ε; Ausgg.] < > V M, ἀκεραίως(!) < > ὢν am Vcorr rudis cum sit lat. | ἵν’ M | <καὶ> Ausgg.] et lat. 21 ει aus ι Vcorr | δορᾶς, ο aus ω V | ἐπιβουλὴν V 22 <ἡμῖν> *] lat. 24 συμβάλλων M)