Panarion (Adversus Haereses)
Epiphanius
Epiphanius. Epiphanius, Volume 1-3. Holl, Karl, editor. Leipzig: Hinrichs, 1915-1933.
ὅσας γοῦν ἐν εὐαγγελίοις παραβολὰς εἴρηκεν εὐθὺς ἐπιλύσας φαίνεται. | ἀμέλει φησὶν καὶ τίς ὁ κόκκος τοῦ σινάπεως καὶ τίς ἡ ζύμη καὶ τίς ἡ γυνὴ ἡ βαλοῦσα τὴν ζύμην εἰς τὰ τρία σάτα, τίς ὁ ἀμπελών, τίς ἡ συκῆ, τίς ὁ σπορεύς, τίς ἡ καλλίστη γῆ.
καὶ μάτην οὗτοι ἐνθουσιῶνται ὑπὸ δαιμόνων ἐλαυνόμενοι. περὶ ὡν φησιν ὁ ἁγιώτατος Παῦλος ἀπόστολος ἐν ὑστέροις καιροῖς ἀποστήσονταί τινες τῆς διδασκαλίας, προσέχοντες μύθοις καὶ διδασκαλίαις δαιμόνων«.
καὶ πάλιν ὁ ἅγιος Ιάκωβος λέγων περὶ τῆς τοιαύτης διδασκαλίας ὅτι »οὐκ ἔστιν ἄνωθεν αὕτη ἡ σοφία κατερχομένη, ἀλλὰ ἐπίγειος ψυχικὴ δαιμονιώδης· ἡ δὲ ἄνωθεν σοφία πρῶτον μὲν ἁγνή ἐστιν, ἔπειτα εἰρηνικὴ εὐπειθὴς ἀδιάκριτος, μεστὴ ἐλέους καὶ καρπῶν ἀγαθῶν« καὶ τὰ ἑξῆς, ἧς οὑδὲ εἶς καρπὸς ἐν τοῖς προειρημένοις εὑρίσκεται.