Panarion (Adversus Haereses)
Epiphanius
Epiphanius. Epiphanius, Volume 1-3. Holl, Karl, editor. Leipzig: Hinrichs, 1915-1933.
καὶ ἕν ἕκαστον τῶν εἰρημένων ἄραντες ἀπὸ τῆς ἀληθείας <καὶ> καταχρησάμενοι τοῖς ὀνόμασιν εἰς ἱδίαν ὑπόθεσιν μετήνεγκαν, ὥστε κατ᾿ αὐτοὺς ἐν τοῖς τοσούτοις τὸν Ἰωάννην τοῦ κυρίου Χριστοῦ Ἰησοῦ μνείαν μὴ ποιεῖσθαι.
εἰ γὰρ Πατέρα [*](V M lat. 1 αὐτὸς M | τὰς λέξεις] astutias et dictiones lat. 2 μεθοδίας V 3 < lat. | Ἰωάννην V | μηνύσει ν, ν angeflickt V corr 4f σεβασμιωτάτην] renerahilior lat. 5 τεθήκει V 7 δειχθήσεται M | ὡς oben drüber 8 ἐν ἐσχάτω M 9 συ///ζυγίας, ν ausradiert V corr 10 ἀλλ’ ἢ aus ἀλλὰ V corr ἀλλὰ M | συ///ζυγιῶν, ν ausradiert V corr 12 πεφυλαχὼς? Jül. | <ἢ> Ausgg.] aut lat. coniunctiones lat. 13 σύ///ζυγον, ν ausradiert V corr 15 <αὐτῶν> *] lat. 16 παντοκράτορα] exponente lat. | Ἰησοῦν Χριστὸν M 17 *] alte Lücke, ergänze etwa 〈λέγων〉 * 18 φωτίζον Dind.] φωτίζοντα V M illuminans 19f ἐληλυθότα . . γεγονότα . . ἐσκηνωκότα] venisse . . factum . . inhabitasse lat. 20 καὶ ἐσκηνωκότα am Rande nachgetragen V corr < M 20f κατὰ τὸ πιθανὸν τὴν ἐξήγησιν] secundum verisimilem cxpositionem lat. 25 <καὶ> *] et lat. 26 αὐτοὺς V 27 Χριστοῦ Ἰησοῦ *] Ἰησοῦ Χριστοῦ V M Christi Jesu lat. | μὴ < V)
ὅτι δὲ οὐ περὶ τῶν συζυγιῶν αὐτῶν 6 ἀπόστολος εἴρηκεν, ἀλλὰ περὶ τοῦ κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, ὅν καὶ Λόγον οἶδεν τοῦ θεοῦ, αὐτὸς πεποίηκε φανερόν.
ἀνακεφαλαιούμενος γὰρ περὶ τοῦ εἰρημένου αὐτῷ ἄνω ἐν ἀρχῇ Λόγου ἐπεξηγεῖται »καὶ ὁ Λόγος σὰρξ ἐγένετο καὶ ἐσκήνωσεν ἐν ἡμῖν«. κατὰ δὲ τὴν ἐκείνων ὑπόθεσιν οὐχ ὁ Λόγος ἐγένετο, ὅς Τε οὐδὲ ἦλθέν Ποτε ἐκτὸς Πληρώματος, ἀλλὰ ὁ ἐκ πάντων γεγονὼς καὶ μεταγενέστερος τοῦ Λόγου Σωτήρ.
29. Μάθετε οὖν, ἀνόητοι, ὅτι Ἰησοῦς 6 παθὼν ὑπὲρ ἡμῶν, 6 κατασκηνώσας ἐν ἡμῖν, οὗτος αὐτός ἐστιν 6 Λόγος τοῦ θεοῦ. εἰ μὲν γὰρ ἄλλος τις τῶι Αἰώνων ὑπὲρ τῆς ἡμῶν αὐτῶν σωτηρίας σὰρξ ἐγένετο, εἰκὸς ἦν περὶ ἄλλου εἰρηκέναι τὸν ἀπόστολον· εἰ δὲ 6 Λόγος [ὁ] τοῦ Πατρὸς ὁ καταβὰς αὐτός ἐστιν † καὶ 6 ἀναβάς, ὁ τοῦ μόνου θεοῦ μονογενὴς υἱός, κατὰ τὴν τοῦ Πατὸς εὐδοκίαν σαρκωθεὶς ὑπὲρ ἀνθρώπων, οὐ περὶ ἄλλου τινὸς οὐδὲ περὶ Ὀγδοάδος <ὁ Ἰωάννης> τὸν λόγον πεποίηται, ἀλλ᾿ τοῦ κυρίου Ἰησοῦ Χριστοῦ.
οὐδὲ γὰρ ὁ Λόγος κατ’ αὐτοὺς προηγουμένως σὰρξ γέγονεν. λέγουσι γὰρ τὸν Σωτῆρα ἐνδύσχσασθαι σῶμα ψυχικὸν ἐκ τῆς οἰκονομίας κατεσκευασμένον ἀρρήτῳ προνοίᾳ πρὸς τὸ ὁρατὸν γενέσθαι καὶ ψηλαφητόν.
σὰρξ δέ ἐστιν ἡ ἀρχαία ἐκ τοῦ χοῦ κατὰ τὸν Ἀδὰμ ἡ] γεγονυῖα πλάσις ὑπὸ τοῦ θεοῦ, ἥν ἀληθῶς γεγονέναι τὸν Λόγον τοῦ θεοῦ ἐμήνυσεν 6 Ἰωάννης.