Panarion (Adversus Haereses)

Epiphanius

Epiphanius. Epiphanius, Volume 1-3. Holl, Karl, editor. Leipzig: Hinrichs, 1915-1933.

τὸ δὲ πνευματικὸν ἐν τῷ εἰπεῖν »ἄφες τοὺς νεκροὺς θάψαι τοὺς ἑαυτῶν νεκρούς· σὺ δὲ πορευθεὶς βασιλείαν τοῦ θεοῦ«, καὶ ἐπὶ Ζακχαίου τοῦ τελώνου εἰπών »σπεύσας κατάβηθι, ὅτι σήμερον ἐν τῷ οἴκῳ σου δεῖ με μεῖναι«· τούτους γένους καταγγέλλουσι γεγονέναι.

καὶ τὴν τῆς ζύμης παραβολὴν, ἣν ἡ γυνὴ ἐγκεκρυφέναι λέγεται εἰς ἀλεύρου σάτα τρία, τὰ τρία γένη δηλοῦν λέγουσι. γεναῖκα μὲν γὰρ τὴν Σοφίαν λέγεσθαι διδάσκουσιν. ἀλεύρου δὲ σάτα τρία τὰ τρία γένη τῶν ἀνθρώπων, πνευματικὸν ψυχικὸν χοϊκόν. ζύμην Τε αὐτὸν τὸν σωτῆρα εἰρῆσθαι διδάσκουσι.

καὶ τὸν Παῦλον <δὲ> διαρρήδην εἰρηκέναι χοϊκοῦς ψυχικοὺς πνευματικούς. μέ »οἶος ὁ χοϊκός, τοιοῦτοι οἱ χοϊκοί«, ὅπου δέ »ψυχικὸς δὲ ἅνθρωπος ου δεχεται τὰ τοῦ πνεύματος«, ὅπου δέ »πνευματικὸς ἀνακρίνει τὰ πάντα«. τὸ δέ »ψυχικὸς δὲ οὑ δέχεται τὰ τοῦ πνεύματος« ἐπὶ τοῦ Δημιουργοῦ φασὶν εἰρῆσθαι, ὃν ψυχικὸν ὄντα μὴ ἐγνωκέναι μήτε τὴν Μητέρα πνευματικὴν οὖσαν μήτε τὸ σπέρμα αὐτῆς μήτε τοὺς ἐν τῷ Πληρώματι Αἰῶνας.

ὅτι δὲ ὧν ἤμελλε σῴζειν ὁ Σωτήρ, τούτων τὰς ἀπαρχὰς ἀνέλαβεν τὸν Παῦλον εἰρηκέναι »καὶ εἰ ἡ ἀπαρχὴ ἁγία, καὶ τὸ φύραμα«, απαρχὴν μὲν τὸ πνευματικὸν εἰρῆσθαι διδάσκοντες, φήραμα δὲ ἡμᾶς τουτέστιν τὴν ψυχικὴν ἐκκλησίαν, ἧς τὸ φύραμα ἀνειληφέναι λέγουσιν αὐτὸν καὶ ἐν αὑτῷ συνανεστακέναι, ἐπειδὴ ἦν αὐτὸς ζύμη.

[*](1 Luk. 9, 61 — 2 Luk. 9, 62 — 4 vgl. Matth. 19, 16ff — 7 Matth. 8, 22 Luk. 9, 60 — 9 Luk. 19, 5 — 11 vgl. Matth. 13, 33 — 17 I Kor. 15, 48 — I Kor. 2, 14 — 18 I Kor. 2, 15 — 19 I Kor. 2, 14 — 23 Rom. 11, 16 V M lat.)[*](1 ἀποτάξασθαι] ire et renunciare lat. 3 ἐν < lat. Ι γὰρ] 4 τῶν μέσων Dind.] τὸν μέσον VM de mediis lat. 5 μὴ θελήσαντα] noluisse lat. 6f vor τοῦ ψυχικοῦ + de lat. 9 ἐπὶ Ζακχαίου τοῦ τελώνου] puhlicano lat. Ι σπεύσας < lat. 10 f τούτους — γεγονέναι < lat. σ angeflickt Vcorr τούτου M 12 ἡ < M 13 γὰρ < lat. 14 drüber Vcorr Ι τρία1 < V Ι τὰ τρία < M 16 <δὲ> < M 19 τὸ δὲ < lat. Ι δὲ2 < M 21 τῷ < Μ 22 eorum quos lat. 23 τὸν < M Ι εἰ] ἦν V 25 ἧς] εἰς M 26 ἐν senietipso lat. Ι συνανεσταλκέναι V erexisse lat.)
425

26. Καὶ ὅτι ἐπλανήθη ἡ Ἀχαμὼθ ἐκτὸς τοῦ Πληρώματος καὶ ἐμορφώθη φώθη ὑπὸ τοῦ Χριστοῦ καὶ ἀνεζητήθη ὑπὸ τοῦ Σωτῆρος, μηνύειν αὐτὸν λέγουσιν ἐν τῷ εἰπεῖν αὐτὸν ἐληλυθέναι ἐπὶ τὸ πεπλανημένον <πρόβατον>.

πρόβατον μὲν γὰρ πεπλανημένον τὴν Μητέρα αὐτῶν ἐξηγοῦντα λέγεσθαι, ἐξ ἧς τὴν ὧδε θέλουσιν ἐσπάρθαι ἐκκλησίαν· πλάνην δὲ τὴν ἐκτὸς Πληρώματος ἐν <πᾶσι> τοῖς πάθεσι ἐκκλησίαν· πλάνην δὲ τὴν ἐκτὸς Πληρώματος τίθενται.

τὴν δὲ γυναῖκα τὴν σαροῦσαν τὴν οἰκίαν καὶ εὑρίσκουσαν τὴν δραχμὴν τὴν ἄνω Σοφίαν διηγοῦνται λέγεσθαι, ἥτις ἀπολέσασα τὴν Ἐνθύμησιν αὐτῆς, ὕστερον καθαρισθέντων πάντων διὰ τῆς τοῦ Σωτῆρος παρουσίας εὑρίσκει αὐτήν, διὸ καὶ ταύτην ἀποκαθίστασθαι κατ᾿ αὐτοὺς ἐντὸς Πληρώματος.

Συμεῶνα <δὲ> τὸν εἰς τὰς ἀγκάλας λαβόντα τὸν Χριστὸν καὶ εὐχαριστήσαντα τῷ θεῷ καὶ εἰπόντα »νῦν ἀπολύεις τὸν δοῦλόν σου, δέσποτα, κατὰ τὸ ῥῆμά σου ἐν εἰρήνῃ« τύπον εἶναι τοῦ Δημιουργοῦ λέγουσιν, ὃς ἐλθόντος τοῦ Σωτῆρος ἔμαθε τὴν μετάθεσιν αὐτοῦ καὶ ηὐχαρίστησε τῷ Βυθῷ.

καὶ διὰ τῆς Ἄννας τῆς ἐν τῷ εὐαγγελίῳ κηρυσσομένης προφήτιδος, ἑπτὰ ἔτη μετὰ ἀνδρὸς ἐζηκυίας, τὸν δὲ λοιπὸν ἅπαντα χρόνον χήρας μεμενηκυίας, ἄχρις οὗ τὸν σωτῆρα ἰδοῦσα ἐπέγνω αὐτὸν καὶ ἐλάλει περὶ αὐτοῦ πᾶσι, φανερώτατα τὴν Ἀχαμὼθ μηνύεσθαι διορίζονται, ἥτις πρὸς ὀλίγον ἰδοῦσα <τότε> τὸν Σωτῆρα μετὰ τῶν ἡλικιωτῶν αὐτοῦ, τῷ λοιπῷ χρόνῳ παντὶ μένουσα ἐν τῇ Μεσότητι προσεδέχετο αὐτόν, πότε πάλιv ἐλεύσεται καὶ ἀποκαταστήσει αὐτὴν τῇ αὐτῆς συζυγίᾳ.

καὶ τὸ ὄνομα δὲ αὐτῆς μεμηνῦσθαι ὑπὸ τοῦ σωτῆρος ἐν τῷ εἰρηκέναι »καὶ ἐδικαιώθη ἡ σοφία ἀπὸ τῶν τέκνων αὐτῆς«, καὶ ὑπὸ Παύλου δὲ οὕτως »σοφίαν δὲ λαλοῦμεν ἐν τοῖς τελείοις«.

καὶ τὰς συζυγίας δὲ τὰς ἐντὸς Πληρώματος τὸν Παῦλον εἰρηκέναι φάσκουσιν ἐπὶ ἑνὸς δείξαντα· περὶ γὰρ τῆς περ᾿ τὸν βίον συζυγίας γράφων ἔφη »τὸ μυστήριον τοῦτο μέγα ἐστίν, ἐγὼ δὲ λέγω εἰς Χριστὸν καὶ τὴν ἐκκλησίαν«.

[*]( 3 vgl. (Luk. 19, 10) Matth. 18, 12ff Luk. 15, 3ff — 7 vgl. Luk. 15, 8ff — 12 Luk. 2, 28f — 15 vgl. Luk. 2, 36ff — 22 Luk. 7, 35 — 24 I Kor. 2, 6 — 26 Ephes. 5, 32)[*](V M lat.)[*]( 3 <πρόβατον> Ausgg.] ovem lat. 6 <πᾶσι>Ausgg.] omnibus lat. | διατρίβειν aus διατριβὴν V corr 10 ταύτην ἀποκαθίστασθαι] haec restituitur lat. 11 <δὲ> Dind.] autem lat. 12 θεῷ *] Χριστῷ V M deo lat. 14 ὃς] ὡς V 15 καὶ2 < Μ 16 κηρυσσομένης] dicitur lat. | προφήτιδος < lat. 17 ἐπέγνω, έ auf Rasur V corr ἐπιγνῶ M 18 μηνῦσθαι M 19 ἥτις] εἴτις V | 〈τότε) *] tunc lat. 21 συ///ζυγία, ν ausradiert V corr 24 συ///ζυγίας, ν ausradiert V corr 25 ἐπὶ ἑνὸς] ἐπιεικῶς Μ 26 τὸν βίον] hanc vitam lat. | συ///ζυγίας, ν ausradiert V corr | τὸ + enim lat. 27 εἰς Χριστὸν καὶ τὴν ἐκκλησίαν] in Christo et ecclesia lat.)
426

27. Ἔτι δὲ Ἰωάννην τὸν μαθητὴν τοῦ κυρίου διδάσκουσι τὴν πρώτην Ὁγδοάδα μεμηνυκέναι, αὐταῖς λέξεσι λέγοντες οὕτως·