Panarion (Adversus Haereses)
Epiphanius
Epiphanius. Epiphanius, Volume 1-3. Holl, Karl, editor. Leipzig: Hinrichs, 1915-1933.
καὶ τὸν Παῦλον <δὲ> διαρρήδην εἰρηκέναι χοϊκοῦς ψυχικοὺς πνευματικούς. μέ »οἶος ὁ χοϊκός, τοιοῦτοι οἱ χοϊκοί«, ὅπου δέ »ψυχικὸς δὲ ἅνθρωπος ου δεχεται τὰ τοῦ πνεύματος«, ὅπου δέ »πνευματικὸς ἀνακρίνει τὰ πάντα«. τὸ δέ »ψυχικὸς δὲ οὑ δέχεται τὰ τοῦ πνεύματος« ἐπὶ τοῦ Δημιουργοῦ φασὶν εἰρῆσθαι, ὃν ψυχικὸν ὄντα μὴ ἐγνωκέναι μήτε τὴν Μητέρα πνευματικὴν οὖσαν μήτε τὸ σπέρμα αὐτῆς μήτε τοὺς ἐν τῷ Πληρώματι Αἰῶνας.
ὅτι δὲ ὧν ἤμελλε σῴζειν ὁ Σωτήρ, τούτων τὰς ἀπαρχὰς ἀνέλαβεν τὸν Παῦλον εἰρηκέναι »καὶ εἰ ἡ ἀπαρχὴ ἁγία, καὶ τὸ φύραμα«, απαρχὴν μὲν τὸ πνευματικὸν εἰρῆσθαι διδάσκοντες, φήραμα δὲ ἡμᾶς τουτέστιν τὴν ψυχικὴν ἐκκλησίαν, ἧς τὸ φύραμα ἀνειληφέναι λέγουσιν αὐτὸν καὶ ἐν αὑτῷ συνανεστακέναι, ἐπειδὴ ἦν αὐτὸς ζύμη.
[*](1 Luk. 9, 61 — 2 Luk. 9, 62 — 4 vgl. Matth. 19, 16ff — 7 Matth. 8, 22 Luk. 9, 60 — 9 Luk. 19, 5 — 11 vgl. Matth. 13, 33 — 17 I Kor. 15, 48 — I Kor. 2, 14 — 18 I Kor. 2, 15 — 19 I Kor. 2, 14 — 23 Rom. 11, 16 V M lat.)[*](1 ἀποτάξασθαι] ire et renunciare lat. 3 ἐν < lat. Ι γὰρ] 4 τῶν μέσων Dind.] τὸν μέσον VM de mediis lat. 5 μὴ θελήσαντα] noluisse lat. 6f vor τοῦ ψυχικοῦ + de lat. 9 ἐπὶ Ζακχαίου τοῦ τελώνου] puhlicano lat. Ι σπεύσας < lat. 10 f τούτους — γεγονέναι < lat. σ angeflickt Vcorr τούτου M 12 ἡ < M 13 γὰρ < lat. 14 drüber Vcorr Ι τρία1 < V Ι τὰ τρία < M 16 <δὲ> < M 19 τὸ δὲ < lat. Ι δὲ2 < M 21 τῷ < Μ 22 eorum quos lat. 23 τὸν < M Ι εἰ] ἦν V 25 ἧς] εἰς M 26 ἐν senietipso lat. Ι συνανεσταλκέναι V erexisse lat.)26. Καὶ ὅτι ἐπλανήθη ἡ Ἀχαμὼθ ἐκτὸς τοῦ Πληρώματος καὶ ἐμορφώθη φώθη ὑπὸ τοῦ Χριστοῦ καὶ ἀνεζητήθη ὑπὸ τοῦ Σωτῆρος, μηνύειν αὐτὸν λέγουσιν ἐν τῷ εἰπεῖν αὐτὸν ἐληλυθέναι ἐπὶ τὸ πεπλανημένον <πρόβατον>.
πρόβατον μὲν γὰρ πεπλανημένον τὴν Μητέρα αὐτῶν ἐξηγοῦντα λέγεσθαι, ἐξ ἧς τὴν ὧδε θέλουσιν ἐσπάρθαι ἐκκλησίαν· πλάνην δὲ τὴν ἐκτὸς Πληρώματος ἐν <πᾶσι> τοῖς πάθεσι ἐκκλησίαν· πλάνην δὲ τὴν ἐκτὸς Πληρώματος τίθενται.
τὴν δὲ γυναῖκα τὴν σαροῦσαν τὴν οἰκίαν καὶ εὑρίσκουσαν τὴν δραχμὴν τὴν ἄνω Σοφίαν διηγοῦνται λέγεσθαι, ἥτις ἀπολέσασα τὴν Ἐνθύμησιν αὐτῆς, ὕστερον καθαρισθέντων πάντων διὰ τῆς τοῦ Σωτῆρος παρουσίας εὑρίσκει αὐτήν, διὸ καὶ ταύτην ἀποκαθίστασθαι κατ᾿ αὐτοὺς ἐντὸς Πληρώματος.