Panarion (Adversus Haereses)

Epiphanius

Epiphanius. Epiphanius, Volume 1-3. Holl, Karl, editor. Leipzig: Hinrichs, 1915-1933.

ποτὲ μὲν γὰρ ἔκλαιε καὶ ἐλυπεῖτο, ὡς λέγουσι, διὰ τὸ καταλελεῖφθαι μόνην ἐν τῷ σκότει καὶ τῷ κενώματι, ποτὲ Τε εἰς ἔννοιαν ἥκουσα τοῦ καταλιπόντος αὐτὴν φωτὸς διεχεῖτο καὶ ἐγέλα, ποτὲ δ᾿ αὖ πάλιν ἐφοβεῖτο, ἄλλοτε δὲ διηπόρει καὶ ἐξίστατο.

17. Καὶ τί γάρ; τραγῳδία πολλὴ λοιπὸν ἦν ἐνθάδε καὶ φαντασία, [*](V M lat. (Tert., Hipp.)) [*](1 αὐτὴν V | Ε; Ausgg.] a lat. 5 δὲ 1 *] τε V M autem lat. | κε///νωθεῖσαν aus καὶ ἑνωθεῖσαν Vcorr | ἀοράτου, ου aus ως V corr 9 ὅθεν + et lat. | τὸ] τῶ M 10 . . . δὲ] et lat. 11 μόνον M 11f vor ὑποπεσεῖν + καὶ M 12 πολυποικίλου///, ς wegradiert Vcorr πολυποικίλους M | παθεῖν + eawi lat. 14 ἐπιλείπη M | τε] aufetn lat. | ἐν < > lat. 15 πρώτη < 18 σύστασιν V collectioneni lat. | καὶ οὐσίαν — λέγουσιν am Rande nachgetragen Vcorr < > M 19 ὅδε ὁ] ἤδη ὁ M 26 αὖ πάλιν] αὐλεῖν M 28 καὶ τί et quidem enim lat. | τραγῳδία/// πολλὴ///, je ein σ wegradiert Vcorr | λοιπὸν ἦν am Rande nachgetragen Vcorr ἦν < > λοιπὸν) M est iani lat. | φαντασία/// wegradiert Vcorr)

411
ἑνὸς ἑκάστου αὐτῶν ἄλλως καὶ ἄλλως σοβαρῶς ἐκριηγουμένου, ἐκ ποταποῦ πάθους ἐκ ποίου στοιχείου ἡ οὐσία τὴν γένεσιν εἴληφεν·

ἃ καὶ εἰκότως δοκοῦσί μοι μὴ ἅπαντας θέλειν ἐν φανερῷ διδάσκειν, ἀλλ᾿ ἢ μόνους ἐκείνους τὸς καὶ μεγάλους μισθοὺς ὑπὲρ τηλικούτων μυστηρίων τελεῖν δυναμένους.

οὐκέτι γὰρ ταῦτα ὅμοια ἐκείνοις περὶ ὧν ὁ κύριος ἡμῶν εἴρηκε »δωρεὰν ἐλάβετε, δωρεὰν δότε«, ἀλλὰ ἀνακεχωρηκότα καὶ τερατώδη καὶ βαθέα μυστήρια μετὰ πολλοῦ καμάτου περιγινόμενα τοῖ φιλοψευδέσι.

τίς γὰρ οὐκ ἂν ἐκδαπανήσειε πάντα τὰ ὑπάρχοντα αὐτοῦ, ἵνα μάθῃ ὅτι ἀπὸ τῶν δακρύων τῆς Ἐνθυμήσεως τοῦ πεπονθότος Αἰῶνος θάλασσαι καὶ πηγαὶ καὶ ποταμοἰ καὶ πᾶσα ἔνυδρος οὐσία τὴν γένεσιν έεἴληφεν, ἐκ δὲ τοῦ γέλωτος αὐτῆς τὸ φῶς καὶ ἐκ τῆς ἐκπλήξεως καὶ ἀμηχανίας τὰ σωματικὰ τοῦ κόσμου στοιχεῖα;

Βούλομαι δὲ καὶ αὐτὸς συνεισενεγκεῖν τι τῇ καρποφορίᾳ αὐτῶν. ἐπειδὴ γὰρ ὁρῶ τὰ μὲν γλυκέα ὕδατα ὄντα, οἷον πηγὰς καὶ ποταμοὺς καὶ ὄμβρους καὶ τὰ τοιαῦτα, τὰ δὲ ἐν ταῖς θαλάσσαις ἁλμυρά, ἐπινοῦ μὴ πάντα ἀπὸ τῶν δακρύων αὐτῆς προβεβλῆσθαι, διότι τὸ δάκρυον ἁλμυρὸν τῇ ποιότητι ὑπάρχει.

φανερὸν οὖν ὅτι τὰ ἁλμυρὰ ὕδατα ταῦτά ἐστι τὰ ἀπὸ τῶν δακρύων. εἰκὸς δὲ αὐτὴν ἐν ἀγωνίᾳ πολλῇ καὶ ἀμηχανίᾳ γεγονυῖαν νυῖαν καὶ ἱδρωκέναι. ἐντεῦθεν δὴ κατὰ τὴν ὑπόθεσιν αὐτῶν ὑπολαμβάνειν δεῖ, πηγὰς καὶ ποταμοὺς καὶ εἴ τινα ἄλλα ὕδατα γλυκέα ὑπάρχει τὴν γένεσιν [μὴ] ἐσχηκέναι ἀπὸ τῶν <ἱδρώτων> αὐτῆς.