Panarion (Adversus Haereses)

Epiphanius

Epiphanius. Epiphanius, Volume 1-3. Holl, Karl, editor. Leipzig: Hinrichs, 1915-1933.

καὶ ἔξω μὲν τῆς θύρας στάντες τὰ παρ᾿ ἐκείνων γινόμενα κατηκροάσαντο, ἐκείνων δὲ ἐξιόντων ὑπεχώρησαν. οὔπω γὰρ πολλὴ ἑσπέρα ἠν, ἀλλὰ ὡς πρὸς αὐτὴν τὴν ἡλίου δύσιν, ἔτι δυναμένου ὀφθαλμοῦ ἀμαυρῶς ἰδεῖν.

μετὰ οὖν τὴν τῶν ἀσεβεστάτων ἔξοδον ἀπὸ τοῦ μνημείου οἱ περὶ Ἰώσηπον εἰσῆλθον καὶ καταλαμβάνουσιν τινὰ † ἐπιτηδεύματα καὶ ἄλλα τινὰ ἐπιτηδεύματα περιεργίας χαμαὶ ἐρριμμένα, οἱς προσκενώσαντες οὐρα καὶ ἐπαμήσαντες κόνιν, ὡς ἐκεῖνος ἔφη, ἐξῆλθον.

ἔγνωσαν δὲ τὴν ἐπιβουλήν, διὰ ποίαν γυναῖκα αὐτοῖς [*](27 zu οὐρα vgl. haer. 9, 3, 6; S. 200, 13 V Μ) [*](2 δὲ] δὴ M 3 τὴν γυναῖκα] αὐτὴν V 8 ἄγουσι Μ 9 πλησιαίτερον, αι aus ε Vcorr πλησιεστέροις M 12 ἐφορκισμοὺς aus ἐπιορκισμοὺς Vcorr ἐπιορκισμοὺς Μ 14 ταῦτα am Rande nachgetragen Vcorr < Μ 14 πρεσβυτέρου σὺν Ἰωσήπου M 16 ταλανίας, σ oben über Vcorr | σησίν, ἡμεῖς Μ 17 ἀπολείας M 22 ἐξόντων, ι oben drüber Vcorr 24 ἀμυδρῶς Μ | hinter ἀσεβεστάτων M 26 † ἐπιτηδεύματα] ἐπιτηδεύματα getilgt, aber nicht ersetzt Vcorr; lies etwa σκεύη * 27 ἐπαμήσαντες κόνιν] αἷμα μί///ξαντες κόνιν V 28 δὲ <)

344
ἐκακουργήθη ταῦτα,καὶ παρετηροῦντο εἰ κατισχύσουοιν.

ὡς οὖν οὐ κατώχυσαν οἱ γόητες (διὰ γὰρ τῆς σφραγῖδος τοῦ Χριστοῦ καὶ πίστεως ἐβοηθήθη ἡ γυνή), ἔγνωσαν τὸν νεώτερον ἐν τρισὶ νιξὶν διὰ τὴν τοῦ γυναίου ἄφιξιν προσκαρτερήσαντα, εἰς ὕστερον δὲ μαχεσάμενον μενον τοῦ τὴν περιεργίαν ποιησαμένοις, ὅτι οὐκ ἐπέτυχεν.

τοῦτο τρίτον τῷ Ἰωοήπῳ κατηχήσεως ἔργον ἐγίνετο, ὅτι οὐκ ἴσχυσεν, ἔνθα ὄνομα Χριστοῦ καὶ σφραγὶς σταυροῦ, φαρμακείας οὐ μὴν δὲ ἤδη ἐπείσθη Χριστιανὸς γενέσθαι.

Ἔπειτα φαίνεται αὐτῷ ἐν ὕπνοις ὁ κύριος, φάσκων ὅτι »ἐγώ [*]() εἰμι Ἰησοῦς. ὃν οἱ σοὶ γονεῖς ἐσταύρωσαν, ἀλλὰ πίοτευε εἰς ἐμέ«. ὁ δὲ οὐδ᾿ οὕτως πεισθεὶς ὑπέπεσεν νόσῳ μεγάλῃ καὶ ἀπηγορεύθη. ὁ δὲ κύριος πάλιν ὀπτάνεται αὐτῷ, φήσας αὐτῷ πιστεύειν καὶ ἰαθήσεσθαι ὁ δὲ ἐπαγγειλάμενος ἀνέσφηλεν καὶ πάλιν ἐνέμενεν τῇ σκληραυχενίᾳ.

εἰς δευτέραν δὲ πάλιν ὑποπίπτει νόσον καὶ ὡσαύτως ἀπηγορεύθη. ὑποληφθεὶς δὲ τελευτᾶν ὑπὸ τῶν συγγενῶν τούτων Ἰουδαίων τὸ παρ᾿ αὐτοῖς ἀεὶ μυστηριωδῶς γινόμενον παρὰ τούτων ἤκουσε.

τῶν γὰρ νομομαθῶν ἀνήρ τις πρεσβύτης ἐλθὼν εἰς τὸ οὖς αὐτοῦ ἀπήγγειλε λέγων ὅτι »πίστευε <εἰς> Ἰησοῦν, τὸν ἐσταυρωμἐνον ἐπὶ Ποντίου Πιλάτου ἡγεμόνος, υἱὸν θεοῦ προόντα καὶ ἐκ Μαρίας ὕστερον γεγεννημένον, Χριστὸν δὲ ὄντα θεοῦ καὶ ἐκ νεκρῶν ἀναστάντα, καὶ ὅτι αὐτὸς ἔρχεται κρῖναι ςῶντας καὶ νεκρούς«. ταῦτα ὁ αὐτὸς Ἰώσηπος ἐν τῇ ὑφηγήσει σαφῶς μοι ἀνήγγειλεν, ὡς φιλαλήθως ἔστιν εἰπεῖν.