Panarion (Adversus Haereses)
Epiphanius
Epiphanius. Epiphanius, Volume 1-3. Holl, Karl, editor. Leipzig: Hinrichs, 1915-1933.
παραγίνονται γοῦν εἰς Γάδαρα εἰς τὰ θερμὰ ὕδατα. πανήγυρις δὲ ἐκεῖ κατ᾿ ἔτος ἄγεται· ἀπέρχονται γὰρ πανταχόθεν οἱ βουλόμενοι λούσασθαι ἡμέρας τινάς, νοσημάτων δῆθεν ἀποβολῆς δἕνεκεν, ὅπερ ἐστὶ διαβολικὸν στρατήγημα. ἔνθα γὰρ τὰ παρὰ τοῦ θεοῦ θαύματα γεγένηται, προὔλαβεν ὁ δι’ ἐναντίας θεῖναι αὐτοῦ τὰ ὀλετήρια δίκτυα. ἀνδρόγυνα γὰρ ἐκεῖσε λούονται.
κατὰ συγκυρίαν δὲ γυνή τις ἐλευθέρα ἔτυχεν ἐν τῷ λουτρῷ, κάλλει διαπρέπουσα εὐμορφίας. καὶ ὁ νεώτερος θελχθεὶς τῷ ἔθει τῆς αὐτοῦ ἀκολασίας, διιὼν ἐν τῷ ἀέρι παρενέτριψεν αὐτοῦ τὴν πλευρὰν τῇ πλευρᾷ τοῦ γυναίου.
ἡ δὲ ἑαυτὴν ἐσφραγίσατο εἰς ὄνομα Χριστοῦ οἷα δἠ Χριστιανὴ οὖσα· ᾗ οὔτε ἀνάγκη ἦν παρανομεῖν καὶ ἀνδρογύνως λούεσθαι. συμβαίνει δὲ ταῦτα τοῖς ἀφελέσι καὶ ἰδιώταις ἀνθρώποις παρὰ τὴν τῶν διδασκάλων ῥᾳθυμίαν μὴ ἀσφαλιζομένων διὰ τῆς διδασκαλίας. [*](15 über Gadara u. seine Quellen vgl. ürer, Gesch. d. üd. Volkes II4 157ff — 18 Tgl. Matth. 8, 28 — 20 zu ἀνδρόγυνα λούεσθαι vgl. Clemens AI. paedag. III 32, 2; I 255, 5 ählin Cyprian de hab. virg. 19; I 200, 23 Hartel Didascalia S. 12, 1 Flemming-Achelis Const. apost. I 9, 1; I 27, Μ Funk conc. Laodic. can. 30 conc. Trull. can. 77 V M) [*](3 ἥλικες, ς angeflickt Vcorr 6 ἀνοσίους, υ oben drüber geflickt 8 * <ἔργα> * | ἀγώγι///μα, ι aus η Vcorr ἀγώγημα M 12 αὐτῷ < 13 ἐτόλμων, ω aus ου M 15 Γάδαρα] τὰ δάρα M 21 ἔτυχεν ἐν] ἐτύγχανεν Μ 22 αὐτοῦ am Rande nachgetragen Vcorr 25 5 Ausgg.] ᾗ aus ἢ V ἢ M 27 ἀσφαλιζομένων + τοὺς <τοὺς ἀκροατὰς> *)
τοῦ ἐπιχειρήματος τὸ μειράκιον ἀπέτυχεν, φημὶ δὲ ὁ πατριάρχης. διεπέμψατο γὰρ πρὸς τὴν γυναῖκα καὶ δῶρα ἐτάξατο· ἡ δὲ τοὺς διαπεμφθέντας ἐξυβρίσασα οὐκ ἐκάμφθη τῇ τοῦ ἀκολάστου ματαιοεργίᾳ.
8. Ἐντεῦθεν οἱ συνεργοῦντες αὐτῷ γνόντες τὴν τοῦ παιδὸς ὐδύνην, ἣν εἰς τὸ γύναιον ἀπημπόλησεν, ἐπιχειροῦσιν αὐτῷ τινα μείζονα μαγγανείαν κατασκευάσαι, ὡς αὐτὸς Ἰώσηπος ἐομὸ κατὰ λεπτότητα ὑφηγήσατο.
ἀπάγουσι γὰρ τὸν ἄθλιον παῖδα μετὰ δύσιν ἡλίου ἐν τοῖς πλησιαίτερον τύμβοις· πολυάνδρια δέ ἐστιν οὕτως έν τῇ πατρίδι καλούμενα σπήλαια ἐν πέτραις ὀρυκτὰ κατεσκευασμένα.
ἐκεῖ παραλαβόντες τὸν προειρημένον οἱ ἅμα ἅμα γόητες γόητες τινας καὶ ἐπιορκισμοὺς καὶ ἐπιτηδεύματα ἀσεβείας ἔμπλεα εἰς αὐτὸν ἐποιοῦντο καὶ εἰς ὄνομα τῆς προειρημένης γυναικός.